Manuscript msA, page 243r
| prev: 242v | next: 243v |
18.203 αὐτὰρ Ἀχιλλεὺς ὦρτο Διῒ φίλος· ἀμφὶ δ’ Ἀθήνη
18.204 ὤμοις ἰ̈φθίμοισι βάλ’ αἰγίδα θυσσανόεσσαν·1
18.205 ἀμφὶ δέ οἱ κεφαλῇ νέφος ἔστεφε δῖα θεάων
18.206 χρύσεον . ἐκ δ’ αὐτοῦ δαῖε φλόγα παμφανόωσαν·1
18.207 ὡς δ’ ὅτε καπνὸς ἰ̈ὼν ἐξ ἄστεος αἰθέρ’ ΐκηται1, 2
18.208 τηλόθεν ἐκ νήσου . τὴν δήϊοι ἀμφιμάχονται·1
18.209 οἵ τε πανημέριοι στυγερῷ κρίνωνται Ἄρηϊ1
18.210 ἄστεος ἐκ σφετέρου . ἅμα δ’ ἠελίω καταδύντι .1
18.211 πυρσοί τε φλεγέθουσιν ἐπήτριμοι· ὑψόσε δ’ αὐγὴ1
18.212 γίγνεται ἀΐσσουσα περικτιόνεσσιν ἰ̈δέσθαι .
18.213 αἴ κέν πως σὺν νηυσὶν ἄρεως ἀλκτῆρες ΐκωνται·1
18.214 ὡς ἀπ’ Ἀχιλλῆος κεφαλῆς σέλας αἰθέρ’ ΐκανεν·
18.215 στῆ δ’ ἐπι τάφρον ἰ̈ὼν ἀπὸ τείχεος . οὐδ’ ἐς Ἀχαιοὺς1, 2
18.216 μίσγετο . μητρὸς γὰρ πυκινὴν ὠπίζετ’ ἐφετμήν·1
18.217 ἔνθα στὰς ἤϋσ’· ἀπάτερθε δὲ Παλλὰς Ἀθήνη1
18.218 φθέγξατ’ . ἀτὰρ Τρώεσσιν ἐν άσπετον ῶρσε κυδοιμόν·
18.219 ὡς δ’ ὅτ’ ἀριζήλη φωνή . ὅτε τ’ ΐαχε σάλπιγξ1, 2
18.220 ἄστυ περιπλομένων δηΐων ὑπο θυμοραϊστέων .1
18.221 ὡς τότ’ ἀριζήλη φωνὴ γένετ’ Αἰακίδᾱο ·
18.222 οἱ δ’ ὡς οὖν ἄϊον ὄπα χάλκεον Αἰακίδαο .1, 2
18.223 πᾶσιν ὀρίνθη θυμὸς . ἀτὰρ καλλίτριχες ἵπποι
18.224 ὰψ ὄχεα τρόπεον . ὄσσοντο γὰρ ἄλγεα θυμῷ·1
18.225 ἡνίοχοι δ’ ἔκπληγεν ἐπεὶ ἴ̈δον ἀκάματον πῦρ .
18.226 δεινὸν . ὑπερ κεφαλῆς μεγαθύμου Πηλείωνος
18.227 δαιόμενον . τὸ δὲ δαῖε θεὰ γλαυκῶπις Ἀθήνη .1
msA, 18.71, commenting on 18.204 ‡ ὤμοις ἰφθίμοισι . ἐπεὶ ἄνοπλος ἐξιὼν ἔμελλεν ἐκπλήξειν τοὺς Τρώας εἰκότως κέχρηται τῇ ἔξωθεν φαντασίᾳ ⁑
msA, 18.72, commenting on 18.206 ἐκ δ’ αὐτοῦ δαῖε φλόγα παμφανόωσαν . τοῦ νέφους πῶς δὲ φησὶν οὐκ ἐκαίετο καὶ γὰρ οἱ θεοὶ αὐτοὶ τρωτοί ῥητέον δὲ ὅτι φαντασία ἦν ⁑
msA, 18.73, commenting on 18.207 ὡς δ’ ὅτε καπνὸς ἰὼν⁚ οἱ περι Διονύσιον τὸν Θρᾷκα φασὶν Ἀρίσταρχον πρώτη ταύτη χρώμενον τῇ γραφῇ μεταθέσθαι καὶ γράψαι ὡς δ’ ὅτε πῦρ ἐπι πόντον ἀριπρεπὲς αἰθέρ’ ἴ̈κηται · ἐμφατικῶς τῷ ἐν πολέμῳ πῦρ ἐπιτεθέν τῷ Ἀχιλλεῖ παρέβαλε τῷ ἐν πολεμουμένῃ ἁπτομένῳ ⁑
msA, 18.74, commenting on 18.207 ὡς δ’ ὅτε καπνὸς ἔθος ἢν τοῖς ἀρχαίοις τοὺς πολεμουμένους τῆ ημέρα καπνῶν ἀπο τῶν τειχῶν διεγείρειν τῇ δε νυκτὶ φλόγα τὴν ἀπο τῶν περιοίκων βοήθειαν . καὶ συμμαχίαν ἐπικαλουμένους οὐδέπω γὰρ ἢν εὑρεθεῖσα ἡ σάλπιγξ ⁑
msA, 18.75, commenting on 18.208 τηλοθεν ἐκ νήσου⁚ οὐκ ἔστι ψιλὸν τὸ τῆς νήσου ἀλλ’ εχει ἐπίτασιν περι τὴν σπουδὴν τῶν πυρείων ἵνα γνωριμώτερον φαίνηται ⁑
msA, 18.76, commenting on 18.211 πυρσοί τε φλεγέθουσιν ἐπητριμ · ὁ Ἀσκαλωνίτης ὀξύνει ὡς πολεμικοί οὐκ εὖ . τὰ γὰρ δια τοῦ ἵμος ὑπὲρ δύο συλλαβας τρίτην ἀπο τέλους ἔχει τὴν ὀξεῖαν· νόμιμος σπόριμος οὕτως καὶ ἐπητρϊμ
msA, 18.77, commenting on 18.215 οὐδ’ ἐς Αχαιούς μίσγετο⁚ οὔτε φαίνεται τῇ μρι ἀπειθῶν . δια τὸ μὴ κεχωρηκέναι εἰς μέσην τὴν παράταξιν , οὔτε τῆς Ἥρας ἀνηκουστῶν δια τὸ μὴ πεφηνέναι ἐν τῷ πολέμῳ . ἄλλως δε οικονομία ἐστι τοῦ ποιητοῦ τὸ τοιοῦτο , ἵνα μὴ δόξῃ ἄπιστα λέγειν⁚ εἰσαγαγὼν τὸν Ἀχιλλέα χωρὶς ὅπλων εἰς τὴν μάχην ⁑
msA, 18.78, commenting on 18.217 ἀπάτερθε δὲ Παλλὰς Ἀθήνη , ἀπίθανον γὰρ ἐκεῖνο τὸ δια μόνης τῆς Ἀχιλλέως φωνῆς τρέψαι τοὺς Τρῶας ⁑
msA, 18.79, commenting on 18.219 ὡς δ’ ὅτ’ ἀριζήλη φωνὴ ὅτι αὐτὸς οῖδε , σάλπιγγας· χρωμένους δὲ τοὺς ἥρωας οὐκ εισάγει⁚
msA, 18.80, commenting on 18.219 ἀπο τῶν ἰδίων χρόνων ὁ ποιητὴς ὠνόμακε τὴν σάλπιγγα ἐπεὶ οὐδέπω ηύρητο , παρα τοῖς παλαιοῖς κόχλῳ δὲ θαλασσίῳ ἐσαλπίζον ⁑
msA, 18.81, commenting on 18.222 οἱ δ’ ὡς οὖν ἄϊον όπα· ἀμέτρως ὁ Ζηνόδοτος ὅπα χαλκέην οὐ συνεὶς ὅτι παραπλησιόν ἐστι τὸ σχῆμα , τῷ κλυτὸς Ἱπποδάμεια καὶ θερμὸς ἀυτμή . χάλκεον δὲ τὴν λαμπρὰν ἅμα καὶ στερεάν ⁑
msAext, 18.3, commenting on 18.227 ** ** τὸ δ’ ἔδαιε
msAil, 18.7, commenting on 18.215@τείχεος άπωθεν τοῦ τείχους
msAil, 18.8, commenting on 18.216@ὠπίζετ’ επεστρέφετ
msAim, 18.24, commenting on 18.213 Αρισταρχ Άρεω ⁚
msAim, 18.25, commenting on 18.220 τὸ ἑξῆς· ὑπο θυμοραϊστέον δηΐων ἄστυ περιπλομένων ⁑
msAint, 18.18, commenting on 18.209 αντ ὑπο στυγεροῦ
msAint, 18.19, commenting on 18.210 Ζηνοδ ἀστυ ποτὲ σφέτερον ⁑
msAint, 18.20, commenting on 18.222 χαλκεν αντ τοῦ χαλκῆν ⁑
msAint, 18.21, commenting on 18.224 εἰς τοὐπίσω τὰ ἅρματα ἔτρεπον ⁑