Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 243v

Manuscript msA, page 243v

image

prev: 243r next: 244r

Iliad text

18.228 τρὶς μὲν ὑπὲρ τάφρου μεγάλ’ ἴ̈αχε δῖος Ἀχιλλεὺς .image

18.229 τρὶς δ’ ἐκυκήθησαν Τρῶες κλειτοί τ’ ἐπίκουροι·image

18.230 ἔνθα δὲ καὶ τότ’ ὄλοντο δυώδεκα φῶτες ἄριστοιimage1, 2

18.231 ἀμφὶ σφοῖς ὀχέεσσι καὶ ἔγχεσιν· αὐτὰρ Ἀχαιοὶ .image1

18.232 ἀσπασίως Πάτροκλον ὑπ ἐκ βελέων ἐρύσαντεςimage

18.233 κάτθεσαν ἐν λεχέεσσι· φίλοι δ’ ἀμφ’ έστασαν ἑταῖροιimage

18.234 μυρόμενοι· μετα δέ σφι ποδώκης εἵπετ’ Ἀχιλλεὺςimage

18.235 δάκρυα θερμὰ χέων , ἐπεὶ εἴσιδε πιστὸν ἑταῖρονimage

18.236 κείμενον ἐν φέρτρῳ . δεδαϊγμένον ὀξέϊ χαλκῷ·image1

18.237 τόν ῥ’ ἤτοι μὲν ἔπεμπε σὺν ἵπποισιν καὶ ὄχεσφινimage

18.238 ἐς πόλεμον . οὐδ’ αὖτις ἐδέξατο νοστήσαντα·image

18.239 Ἠέλιον δ’ ἀκάμαντα βοῶπις πότνια Ἥρηimage1, 2

18.240 πέμπεν ἐπ’ Ὠκεανοῖο ῥοὰς ἀἕκοντα νέεσθαι .image

18.241 ἠέλιος μὲν ἔδυ . παύσαντο δὲ δῖοι Ἀχαιοὶimage

18.242 φῡλόπιδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο·image

18.243 Τρῶες δ’ αὖθ’ ἑτέρωθεν ἀπὸ κρατερῆς ὑσμίνηςimage1

18.244 χωρήσαντες ἔλυσαν ὑφ’ ἅρμασιν ὠκέας ἵππουςimage1

18.245 ἐς δ’ ἀγορὴν ἀγέροντο . πάρος δόρποιο μέδεσθαι·image1

18.246 ὀρθῶν δ’ ἑσταότων ἀγορὴ γένετ’ . οὐδέ τις ἔτληimage1

18.247 ἕζεσθαι . πάντας γὰρ ἔχε τρόμος , οὕνεκ’ Ἀχιλλεὺςimage1

18.248 ἐξεφάνη· δηρὸν δὲ μάχης ἐπέπαυτ’ ἀλεγεινῆς·image

18.249 τοῖσι δὲ Πουλυδάμας πεπνυμένος ἦρχ’ ἀγορεύεινimage

18.250 Πανθοίδης . ὃ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·image1

18.251 Ἕκτορι δ’ ῆεν ἑταῖρος , ϊῇ δ’ , ἐν νυκτὶ γένοντο·image1, 2

18.252 ἂλλ’ ὁ μὲν ἂρ μύθοισιν . ὁ δ’ ἔγχεϊ πολλὸν ἐνΐκα·image

Scholia text

msA, 18.82, commenting on 18.230 ‡ ἔνθα δὲ καὶ τότ’ όλοντο δυώδεκα⁚ ἀπίθανόν φασὶ καὶ ἄμετρον τὸ τῆς ὑπερβολῆς ῥητέον δὲ , ὡς οὐκ ἐστιν ὁ γὰρ τῆς αἰγίδος φόβος ἦν ἐπέσεισεν ἡ Ἀθηνᾶ καὶ τὸ καιόμενον πῦρ ἔκπληξιν τοσαύτην παρέσχεν ὥστε αὐτοὺς ὑφ’ ἑαυτῶν ὑπὸ ταραχῆς ἀπολέσθαι ⁑image

msA, 18.83, commenting on 18.230 ἔνθα δὲ καὶ τότ’ . ἡ διπλῆ ὅτι Ζηνόδοτος γράφει ἔνθα δε κοῦροι ὄλοντο δυώδεκα πάντες ἄριστοι οἷσιν ἐν βελέεσσιν · εἰσὶ δὲ οὔτε τῇ συνθέσει Ὁμηρικοὶ . οὔτε τὸ οἷσιν βελέεσσιν ὑγιῶς εἴρηται τοῖς ἑαυτῶν ἔδει γὰρ τοῖς ἀλλήλων ⁑image

msA, 18.84, commenting on 18.239 ἡέλιον δ’ ἀκάμαντα· ζητεῖται δια τί ἄκοντα φησὶ τὸν ἤλιον δῦναι , Κράτης μὲν . τὸν αὐτὸν Ἀπόλλω εἶναι καὶ ἤλιον ἐπιτυγχανόντων οὖν τῶν Τρώων χρονίζειν· ἡδόμενόν δὲ καὶ μὴ κοὶνον τα αὐτοῖς τὸ ἐπίτευγμα Ἥραν δὲ τὰ ἐναντία βουλομένην αὐτὸν ἀναγκάζειν· ηδόμενον δὲ καὶ μὴ κύνοντα αὐτοῖς τὸ ἐπίτευγμα Ἥραν δὲ τὰ ἐναντία βουλομένην ἀναγκάζειν αὐτὸν δύνειν· Ἀγαθοκλῆς δὲ φησὶν συνάγεσθαι ὅτι καθ Όμηρον ἐναντίως τῷ οὐρανῷ φέρεται ὁ ήλιος· τῇ δε δίνῃ αὐτοῦ συνέλκεται Ἥραν γὰρ εἶναι τὴν τοῦ παντὸς φύσιν ἐκ τοῦ ἡ οὐ μέμνῃ ὅτε τ’ ἐκρέμνῳ ὑψόθεν· ἕλκεσθαι δὲ ἅκοντα τὸν ήλιον ὑπο τῆς δίνης ὑπο τὰς δυσμάς ⁑image

msA, 18.85, commenting on 18.244 χωρήσαντες ἔλυσαν ὑφ ἅρμασιν· ἀντι τοῦ ὑπέλυσαν τῶν ἁρμάτων . πῶς οὖν οὐκ αναστρέφεται ὅτι συνείληπται ⁑image

msA, 18.86, commenting on 18.246 ὀρθῶν δ’ ἑσταώτων καταγελῶσι τοῦ ὀρθῶν ἑσταώτων · ῥητέον δὲ ὅτι ἐπεὶ ὀρθοῦται τις καὶ καθήμενος οἷον ἕζετο δ’ ὀρθωθείς ⁑image

msA, 18.87, commenting on 18.247 ἕζεσθαι πάντας Ζηνόδοτος φόβος κακῶς . ἀγνοῶν ὅτι φόβος ἐστι καθ Ὅμηρον ἡ μετα δέους φυγή διὸ ἡ διπλῆ ⁑image

msA, 18.88, commenting on 18.247-18.248 ἐξεφάνη· ἤτοι συναπτεον ἕως ἀλεγεινῆς ἵνα αἰτία τούτου τοῦ σχήματος κέηται πάντες γὰρ εὐλαβοῦντο ὅτι Αχι ἐφάνη πολὺν κεχωρισμένος τῆς μάχης χρόνον ἢ ἐπι τὸ ἐξεφάνη στικτεον ἵνα τὸ εξῆς ὡς ἐπι τοῦ ποιητοῦ ἐπιφωνούμενον λέγηται ⁑image

msA, 18.89, commenting on 18.250 Πανθοίδης ὁ γὰρ οἶος τέλειον ἐγκώμιον τοῦ φρονίμου τὰ δὲ ἐναντια ἐπι τοῦ ἄφρονος οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ οπίσσω ⁑image

msA, 18.90, commenting on 18.251 Ἕκτορι δ’ ῆεν ἑταῖρος· ἔγκειταί τι θαυμαστὸν τῷ λόγῳ συνήλικες ὄντες καὶ ὁμοῦ γενόμενοι . οὐ τὰ αὐτὰ ἐπιτηδεύουσιν . ἀλλ ὁ μεν συνετός , ὁ δὲ πολεμικός , οὐδὲν ἄρα χρήσιμος ὁ χρόνος τοῖς ἀφυέσι πρὸς τὰ χρήσιμα ⁑image

msA, 18.91, commenting on 18.251 ἰῇ δ’ ἐν νυκτὶ γένοντο⁚ πῶς ἐν μιᾷ νυκτὶ γενόμενοι τοσοῦτον ἀλλήλων διαφέρουσιν τῆς συμπαθείας τῶν οὐίων ὁμοίως πρὸς ἀμφοτέρους ἐχούσης· ἐστιν οὖν διαφορὰ τοῖς γεννωμένοις οὐκ εν νυκτὶ μόνον ἄλλα καὶ κατὰ τὴν τῆς ώρας ἀκρίβειαν . Ἡράκλειτος ἐντεῦθεν ἀστρολόγον φησὶ τὸν Ὅμηρον ἐν οῖς φησὶ μοῖραν δὲ οὕ τινα φημὶ πεφυγμένον ἔμμεναι ἀνδρῶν οὐ κακὸν οὐδε μὲν ἐσθλὸν ἐπὴν τὰ πρῶτα γένηται ⁑image

msAim, 18.26, commenting on 18.231 ἐν αλλω ξίφεσσι ⁑image

msAim, 18.27, commenting on 18.236 οτ άπαξ τὸ φέρτρον ἔστι δὲ φορεῖον ⁑image

msAim, 18.28, commenting on 18.239 ἐν ἄλλῳ . ἠέλιον μὲν έπειτα ⁚image

msAim, 18.29, commenting on 18.243 ἐν ἄλλῳ ἐπι θρωσμῷ πεδίοιο ⁑image

msAint, 18.22, commenting on 18.245 προ τῆς ἐπιμελείας τοῦ σώματ όρα οὖν τὴν έπειξιν ⁑image