Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 244r

Manuscript msA, page 244r

image

prev: 243v next: 244v

Iliad text

18.253 ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·image1

18.254 ἀμφι μάλα φράζεσθε φίλοι· κέλομαι γὰρ ἔγωγεimage1

18.255 ἄστυδε νῦν ϊέναι , μὴ μίμνειν ἠῶ δῖανimage

18.256 ἐν πεδίῳ , παρα νηυσὶν . ἑκὰς δ’ ἀπὸ τείχεός εἰμεν·image1, 2

18.257 ὄφρα μὲν οὗτος ἀνὴρ Ἀγαμέμνονι μήνιε δίῳ·image1

18.258 τόφρα δὲ ῥηΐτεροι πολεμίζειν ἦσαν Ἀχαιοί ·image1

18.259 χαίρεσκον γὰρ ἔγωγε θοῇς ἐπὶ νηυσὶν ἰ̈αύων .image1

18.260 ἐλπόμενος νῆας αἱρησέμεν ἀμφιελίσσας .image

18.261 νῦν δ’ αἰνῶς δείδοικα ποδώκεα Πηλείωνα ·image

18.262 οἷος κείνου θυμὸς ὑπέρβιος , οὐκ ἐθελήσειimage1

18.263 μίμνειν ἐν πεδίῳ . ὅθι περ Τρῶες καὶ Ἀχαιοὶ .image

18.264 ἐν μέσῳ ἀμφότεροι μένος ἄρεος δατέονται·image1

18.265 ἀλλα περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικῶν·image1, 2

18.266 ἀ̄λλ’ ἴ̈ομεν προτὶ ἄστυ . πί̆θεσθέ μοι , ὧδε γὰρ ἔσται·image1

18.267 νῦν μὲν νὺξ ἀπέπαυσε ποδώκεα Πηλείωναimage

18.268 ἀμβροσίη· εἰ δ’ ἄμμε κιχήσεται ἐνθάδ’ ἐόνταςimage

18.269 αὔριον . ὁρμηθεὶς σὺν τεύχεσιν . εὖ νύ τις αὐτὸνimage1, 2

18.270 γνώσεται . ἀσπασίως γὰρ ἀφίξεται Ί̈λιον ϊ̄ρὴνimage

18.271 ὅς κε φύγῃ . πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονταιimage1

18.272 Τρώων · αἳ γὰρ δή μοι ἀπ’ ούατος ὧδε γένοιτο·image

18.273 εἰ δ’ ὰν , ἐμοῖς ἐπέεσσι πιθώμεθα κηδόμενοί περ·image1, 2, 3

18.274 νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν· ἄστυ δὲ πύργοι·image1, 2

18.275 ὑψηλαί τε πύλαι σανίδες τ’ ἐπὶ τῇς ἀραρυῖαι .image

18.276 μακραὶ ἐΰξεστοι . ἐζευγμέναι . εἰρύσσονται·image

18.277 πρωῒ δ’· ὑπ’ ἠοῖοι . συν τεύχεσι . θωρηχθέντες·image

Scholia text

msA, 18.92, commenting on 18.253 ‡ ἀγορήσατο καὶ μετέειπεν· τοῦτο σημειωτέον πρὸς τὸ ὁ δὲ φῆ κώδειαν ἀνασχών πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηύδα ⁑image

msA, 18.93, commenting on 18.254 ἀμφι μάλα φράζεσθε φίλοι⁚ οὐδέποτε τὸ φράσαι ἐπι τοῦ εἰπεῖν ὁ ποιητὴς τίθησιν . ἀλλ επι τῆς διανοίας . ἐστιν οὖν περισκέψασθαι· τῇ διανοία· μάλα περισσῶς βουλεύσασθαι ⁑image

msA, 18.94, commenting on 18.258 τόφρα δὲ ῥηΐτεροι⁚ τοῦτέστιν εὐκαταμαχητότεροι ὥστε τὸ πολεμίζειν αντ τοῦ πολεμίζεσθ ⁑image

msA, 18.95, commenting on 18.264 ἐν μέσῳ ἀμφότεροι . διαιροῦνται τὸν πόλεμον παρ ὅσον ὃτε μὲν οὗτοι ὁτὲ δὲ οἱ ἕτεροι νικῶσιν ⁑image

msA, 18.96, commenting on 18.265 ἀλλα περι πτολιος τε μαχήσετ ⁚ τοῦτο σημειωτέον προς τὸ ἀμυνέμεναι ώρεσσι ὅτι κακεῖ γυναιξὶ λέγει καθάπερ ἐνθάδε ῥητῶς ἐξηγούμενος ἐκεῖνο λέγει ⁑image

msA, 18.97, commenting on 18.269 αὔριον ὁρμηθεις· οὐδε τοῦτο ἀργὸν . ὑποβάλλει γὰρ ὅτι καὶ νῦν δια τὸ ἄνοπλος εἶναι ἀπέχετο τοῦ πολέμου ⁑image

msA, 18.98, commenting on 18.271 ὅς κε φύγῃ οὐ κατάρατα καὶ βλάσφημα ταῦτα ἀλλα φόβου ἕνεκα λέγεται· ἐπάγει γὰρ τὸ ῆθος ἑαυτοῦ ⁑image

msA, 18.99, commenting on 18.273 εἰ δ’ ὰν ἐμοῖς ἐπέεσσι⁚ ἡ ὑποστιγμὴ ἤτοι ἐπι το πιθώμεθα· ἢ κατα τὸ τέλος τοῦ στίχου· καὶ λόγον ἔχει ἀμφότερα ⁑image

msA, 18.100, commenting on 18.274 νύκτα μὲν εἰν αγορῇ πρὸς τὸ σημαινόμενον ὅτι ἐστι βουλευσόμεθα τῇ βουλῇ κρατήσομεν ⁑image

msA, 18.101, commenting on 18.274 νύκτα μὲν εἰν αγορῇ τὴν νύκτα κατ ἰσχύσομεν καὶ κρατήσομεν τῇ βουλῇ . ἄλλως . ὃ λέγει τοιοῦτόν ἐστιν διεσπαρμένην συλλέξομεν καὶ τοὺς ἀνα τοῦ πεδίου καὶ τοὺς ἀνα τῆς πόλεως φυλάττοντας νῦν· ὕστερον δὲ ἅμα ἡμέρᾳ ἡμεῖς πολεμήσομεν ⁑image

msAil, 18.9, commenting on 18.256@εἰμεν ὑπάρχομενimage

msAil, 18.10, commenting on 18.259@ἰ̈αύων ἐπαυλιζόμεimage

msAil, 18.11, commenting on 18.273@κηδόμενοί φροντίζοντεςimage

msAim, 18.30, commenting on 18.256 ὁ δὲ αντ τοῦ γὰρ⁚image

msAim, 18.31, commenting on 18.265 ἐν αλλω μαχέσσετ ⁑image

msAim, 18.32, commenting on 18.269 κακόν τι πεισόμενος ὑπ αυτοῦ δηλοτ ⁑image

msAim, 18.33, commenting on 18.273 ἐν αλλῳ πιθοίμεθα ⁑image

msAint, 18.23, commenting on 18.257 οἷον ὁ αρτίως κινήσας ἡμῖν τὸν θόρυβον ⁑image

msAint, 18.24, commenting on 18.262 καὶ τουτ καθ εαυτὸ μαλλον γὰρ ἐμφαίνει ⁑image

msAint, 18.25, commenting on 18.266 ἐμφαίνει οτ οὐ δια δειλίαν ταυτ συμβουλεύει ⁑image