Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 244v

Manuscript msA, page 244v

image

prev: 244r next: 245r

Iliad text

18.278 στησόμεθ’ ἂμ πύργους· τῷ δ’ ἄλγιον . αί κ’ ἐθέλῃσινimage

18.279 ἐλθὼν ἐκ νηῶν . περὶ τείχεος ἄμμι μάχεσθαι·image1

18.280 ὰψ πάλιν εῖσ’ ἐπὶ νῆας . ἐπεί κ’ ἐριαύχενας ἵππουςimage

18.281 παντοίου δρόμου ἄσῃ . ὑπὸ πτόλιν ἠλασκάζων·image1

18.282 εἴσω δ’ οὔ μιν θυμὸς ἐφορμηθῆναι ἐάσειimage

18.283 οὐδέ ποτ’ ἐκπέρσει· πρίν μιν κύνες ἀργοὶ ἔδονται·image1

18.284 τὸν δ’ ὰρ’ ὑπόδρα ἰ̈δὼν προσέφη κορυθαίολος Ἕκτωρ ·image

18.285 Πουλυδάμα . σὺ μὲν οὐκέτ’ ἐμοὶ φίλα ταῦτ’ ἀγορεύεις·image1

18.286 ὃς κέλεαι κατὰ ἄστυ ἀλήμεναι αὖτις ἰ̈όντας·image1

18.287 ῆ οὔ πω κεκόρησθε ἐελμένοι ἔνδοθι πύργων·image1

18.288 πρὶν μὲν γὰρ Πριάμοιο πόλιν μέροπες ἄνθρωποιimage

18.289 πάντες μυθέσκοντο . πολύχρυσον πολύχαλκον .image

18.290 νῦν δὲ δὴ ἐξαπόλωλε δόμων κειμήλια καλά .image

18.291 πολλὰ δὲ Φρυγίην καὶ Μῃονίην ἐρατεινὴνimage1

18.292 κτήματα περνάμεν’ ΐκει . ἐπεὶ μέγας ὠδύσατο Ζεύς ·image1

18.293 νῦν δ’ ὅτε πέρ μοι ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεωimage

18.294 κῦδος ἀρέσθ’ ἐπὶ νηυσὶ· θαλάσσῃ τ’ έλσαι Ἀχαιοὺς .image

18.295 νήπιε μηκέτι ταῦτα νοήματα φαῖν’ ἐνὶ δήμῳ·image

18.296 οὐ γάρ τις Τρώων ἐπὶ πείσεται . οὐ γὰρ ἐάσω·image

18.297 ἀλλ’ ἄγεθ’ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·image

18.298 νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν , ἐν τελέεσσι·image1

18.299 καὶ φυλακῆς μνήσασθε . καὶ ἐγρήγορθε ἕκαστος·image

18.300 Τρώων δ’ ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει .image1

18.301 συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι·image

18.302 τῶν τινα βέλτερον ἐστιν ἐπαυρέμεν . ἤ περ Ἀχαιούς ·image

Scholia text

msA, 18.102, commenting on 18.281 ‡ παντοίου δρόμου άσῃ⁚ περὶ τὸν αὐτὸν τόπον ἀλώμενος καὶ οὐκ ανύων ὁδόν· ἄλλως δὲ μεθ’ ἐλιγμοῦ ἐλαύνων καὶ τὴν δίωξιν ποιούμενος ἔγκειται δὲ καὶ τὸ ήλεον ὅπερ ἐστι ματαίως ἐλαύνων ⁑image

msA, 18.103, commenting on 18.283 οὐδέ ποτ’ ἐκπέρσει· ἡ διπλῆ ὅτι τοιοῦτον ἐστι τὸ λεγόμενον πρότερον αὐτὸν οἱ κύνες κατέδονται ἠ ἐκπέρσει καὶ οὐκ ἐστιν ἐλλειπεὴς ὁ λόγος ὥσπερ οὐδ’ ἐπ’ εκείνου τὴν δ’ ἐγὼ οὐ λύσω πρίν μιν καὶ γῆρας ἔπεισιν · στικτέον δὲ ἐπὶ τὸ ἐκπέρσει μᾶλλον γὰρ οὕτως ἐμφαίνει ἐὰν δὲ συνάπτηται ἀδιανόητον γίνεται ⁑image

msA, 18.104, commenting on 18.285 Πουλυδάμα , σὺ μὲν οὐκέτ’ ἐμοὶ . ἔδει σὺν τῷ ν Πουλυδάμαν τοιοῦτο δὲ καὶ τὸ Λαοδάμα , παρα τὸν ορθὸν λόγον ⁑image

msA, 18.105, commenting on 18.286 ὃς κέλεαι κατα άστυ⁚ ὁ μὲν φυλάσσειν τὴν πόλιν ἔφη , ὁ δὲ δεινοτέρῳ ὀνόματι τὸν λόγον ἐξεφαύλισεν προσθεὶς τῷ ἀλήμεναι ⁑image

msA, 18.106, commenting on 18.291 κτήματα περνάμενα⁚ Φρυγῶν καὶ Μηϊόνων ἀγορὰς κομιζόντων τοῖς Τρωσὶ καὶ ἀντι τούτων ἀντιφορτιζομενων· τῶν πολεμίων ἀπαγόντων καὶ πολούντων ἠ αὐτῶν τῶν Τρώων ἵνα χρήματ λαμβάνωσι προς τὸν πόλεμον καὶ παρεχωσι τοῖς συμμάχοις οἶον ὁ Ἔκτωρ ἔφη τα φρονέων δῶρα κατατρύχ ⁑image

msA, 18.107, commenting on 18.292 ‡ Τρώων δ’ ὁς κτεάτεσσι· εἴ τις εὐλαβεῖται μὴ ἀπολέσῃ τὰ ἴδια κτήματ . μερισάτω· αὐτὰ τοῖς Τρωσὶ πρὸς Πουλυδάμαντα δὲ ὡς ἵνα φυλάσσηται τὰ κτήματα συνεβούλευεν ἀπο τοῦ τείχους ἀμύνεσθαι ⁑image

msA, 18.108, commenting on 18.300 ἄλλως τοῦτο καὶ στρατηγήματoς τινὸς ἔχεται· ὑποπτεύσας γαρ τοὺς πλουσίους ἀνιᾶσθαι ἐξιόντας εἰς πόλεμον δια τὸ μὴ ἔχειν τὰς τηρήσοντας τὰ χρήματα φησὶ δεῖν διανέμειν τῷ πλήθει αὐτά ⁑image

msA, 18.109, commenting on 18.300-18.301 τῶν Τρώων ὅστις ἂν ὑπερβαλόντως ἀνιᾶται ἐπι τοῖς χρήμασιν ὡς μέλλων ἀπολύειν αὐτὰ ὑπο πολεμίων τοῦτο γὰρ ἐλλεῖπον προς ὑπακούεται συναγαγών αὐτὰ δότω τοῖς πολίταις· βελτιον γάρ ἐστιν ὑπο τούτων ταῦτα δαπανηθῆναι ἴσως δὲ ταῦτα κατηγορεῖ ὁ Έκτωρ ἵνα σώζηται αὐτῷ τὰ χρήματα ⁑image

msAim, 18.34, commenting on 18.287 οτ Ζηνοδ γράφει κεκόρησθον συγχέον τὸ δυϊκόν ⁑image

msAim, 18.35, commenting on 18.298 οτ αντ μη λύσοντες τὰς τάξεις ⁑image

msAint, 18.26, commenting on 18.279 στικτέον ἐπι τὸ μάχεσθαι ⁑image

msAint, 18.27, commenting on 18.290-18.292 ἐπειδὴ απόλωλε τα τῆς π χρηματ χρήματα ἀφειδεῖν χρέ καὶ τῶν σωμάτων ⁑image