Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 245r

Manuscript msA, page 245r

image

prev: 244v next: 245v

Iliad text

18.303 πρωῒ δ’ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες .image

18.304 νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα ·image

18.305 εἰ δ’ ἐτεὸν παρα ναῦφιν ἀνέστη δῖος Ἀχιλλεὺς ·image

18.306 ἄλγιον αἴ κ’ ἐθέλῃσι . τῷ ἔσσεται . οὔ μιν ἔγωγεimage

18.307 φεύξομαι ἐκ πολέμοιο δυσηχέος . ἀλλὰ μάλ’ ἄντηνimage

18.308 στήσομαι· ἤ κε φέρῃσι μέγα κράτος . ἦ κε φεροίμην·image1, 2

18.309 ξυνὸς Ἐνυα̋λιος · καί τε κτανέοντα κατέκτα·image1

18.310 ὥς Ἕκτωρ ἀγόρευ’ . ἐπὶ δὲ Τρῶες κελάδησαν·image1

18.311 νήπιοι . ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Ἀθήνη .image

18.312 Ἕκτορι μὲν γὰρ ἐπῄνησαν . κακὰ μητιόωντι·image1

18.313 Πουλυδάμαντι δ’ ἂρ , οὔ τις . ὃς ἐσθλὴν φράζετο βουλήν·image

18.314 δόρπον ἔπειθ’ εἵλοντο κατὰ στρατόν· αὐτὰρ Ἀχαιοὶimage

18.315 παννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοῶντες·image

18.316 τοῖσι δὲ Πηλείδης αδινοῦ ἐξῆρχε γόοιο·image1

18.317 χεῖρας ἒπ’ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου·image1, 2

18.318 πυκνὰ μάλα στενάχων . ὥς τε λὶς ἠϋγένειος·image1

18.319 ᾧ ῥά θ’ ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνὴρimage1, 2

18.320 ὕλης ἐκ πυκινῆς . ὃ δέ τ’ ἄχνυται ὕστερος ἐλθὼν·image

18.321 πολλὰ δέ τ’ ἄγκε’ ἐπῆλθε μὲτ’ ἀνέρος ΐχνι’ ἐρευνῶνimage1

18.322 εἴ ποθεν ἐξεύροι . μάλα γὰρ δριμὺς χόλος αἱρεῖ .image

18.323 ὣς ὃ βαρὺ στενάχων μετεφώνεε Μυρμιδόνεσσιν·image1

18.324 ῶ πόποι . ῆ ρ’ ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳimage1

18.325 θαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισι·image1

18.326 φῆν δέ οἱ εἰς Ὀπόεντα . περικλυτὸν υἱὸν ἀπάξεινimage

18.327 Ἴ̈λιον ἐκπέρσαντα· λαχόντά τε ληΐδος αῖσαν·image

Scholia text

msA, 18.110, commenting on 18.308 στήσομαι , ἦ κε φέρῃσι· προς τὸ παράδοξον ἀντέθηκε· ἀπίστου γὰρ ὄντος τοῦ ἀντιστῆναι Ἀχιλλεῖ τὸν Ἕκτορα προσθεὶς τὸ τῆς ἀδηλίας , παρεμυθήσατο τὴν ἀπιστίαν ⁑image

msA, 18.111, commenting on 18.309 ξυνὸς Ἐνυάλιος ⁚ κοινὸς ὁ πόλεμος πολλάκις τὸν κτείνειν βουλόμενον κατέκτα· ὅμοιον δὲ τῷ ἐπιμὶξ δέ τε μαίνεται Ἄρης ⁑image

msA, 18.112, commenting on 18.310 ἐπι δε Τρῶες κελάδησαν , πολλὰ ἦν τὰ συναναγκάζοντα πείθεσθαι τοὺς Τρῶας , πρῶτον μὲν ἡ ἄνοια ἡ βαρβαρικῇ . δεύτερον δὲ τὰ χρήματα ἃ προέτεινεν αὐτοῖς· τρίτον ὅτι τὴν μὲν ἀπόλαυσιν ἐκείνοις ἐχαρίσατο τὸν δὲ κίνδυνον αὐτὸς ἐπανεῖλεν παννύχιοι Πάτροκλον · ὅρα τὰς μεταβάσεις ὡς πυκίλαι · ποτε μὲν ἐν τοῖς ἔργοις ὁτὲ δὲ ἐν τοῖς λόγοις ἀγωνιζομένου τοῦ ποιητοῦ· νῦν δὲ καὶ ἐφ ενι εἴδει τῷ θρήνῳ ⁑image

msA, 18.113, commenting on 18.317 χείρας ἐπ ανδροφόνους , ἀμφίβολον πότερον τὰς αὐτοῦ ἀνδροφόνους χεῖρας ὁ Αχιλλεὺς επιθεὶς τῷ τοῦ ἑταίρου στήθει ἢ τας τοῦ ἀνδροφόνου Πατρόκλου ἐπιθεὶς τῷ ἰδίῳ στήθει· βέλτιον δὲ τὸ πρότρον ⁑image

msA, 18.114, commenting on 18.318 πυκνὰ μάλα στενάχων ὥς τε λις ἠϋγένειος⁚ ἐμπείρως πάνυ αἱ γὰρ θήλειαι κάλλιστον ἔχουσι γένειον οἱ δὲ ἄρσενες χαίτην· νῦν δ’ ἐπι θηλείας ἄρσην γὰρ οὐ σκυμναγωγεῖ τὸ δε λέαινα νεώτερον ὄνομα ⁑image

msA, 18.115, commenting on 18.319 ᾧ ῥα θ’ ὑπο σκύμνους· σκύμνος ὡς ὕμνος εἰς ἰδιότητα ἀνεγνώσθη· τὸ μέντοι ἀνδρονυμικὸν ὀξύνεσθαι ἀξιοῖ ὁ Ἀσκαλωνίτης προς διαφοράν· ὁ μέντοι λόγος συναγωνίζεται τῇ βαρείᾳ τάσει τα γὰρ εἰς νος λήγοντα μετ ἐπιπλοκῆς συμφώνου δισύλλαβα μονογενῆ ἔχοντα ἐν τῇ προ τέλους συλλαβῆ τὸ υ βαρύνεσθαι θέλει· ὕμνος κύκνος · λύχνος Κύθνος · οὕτως ἄρα καὶ σκύμνος · ἡ διπλῆ δὲ ὅτι ουτ τοὺς κυνηγοὺς καταχρηστικῶς λέγουσιν οἱ ποιηταί ⁑image

msA, 18.116, commenting on 18.324 ὦ πόποι ῆ ῥ άλιον . ἐκτείνει τὸ πάθος . ὁ τοιοῦτος λόγος οὐ γὰρ ἐφ οῖς αὐτὸς ἠπατήθη λυπεῖσθαί φησὶν ἀλλ’ εφ οῖς αὐτὸς ἠπάτησε τὸν Μενοίτιον ⁑image

msA, 18.117, commenting on 18.325 θαρσύνων ἥρωα Μενοίτιον , καὶ τοῦτο περιπαθῶς ὡς τοῦ Μενοιτίου οὐκ αντι δώσοντος τὸν παῖδα δια τὴν προς τὸν υἱὸν φιλοστοργίαν εἰ μὴ Αχιλλεῖ κατεπίστευσεν ὡς σῶσαι ἱκανῷ ὄντι καὶ επαγγειλαμένῳ τοῦτο ⁑image

msAil, 18.12, commenting on 18.312@ἐπῄνησαν συγκατεθεντοιimage

msAil, 18.13, commenting on 18.319@ἐλαφηβόλος κοινηγὸςimage

msAim, 18.36, commenting on 18.323 γράφεται μετεφώνεε ⁑image

msAint, 18.28, commenting on 18.308 στικτέον ἐπι τὸ στήσομαι ⁑image

msAint, 18.29, commenting on 18.316 γοεροῦ θρηνώδους ⁑image

msAint, 18.30, commenting on 18.317 δια τοῦ σ ἅπασαι ἀνδροφόνους ⁑image

msAint, 18.31, commenting on 18.321 φάραγγας σπήλαιαimage