Manuscript msA, page 245v
| prev: 245r | next: 246r |
18.328 ἂλλ’ οὐ Ζεὺς ἄνδρεσσι , νοήματα πάντα τελευτᾷ·
18.329 ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι1
18.330 αὐτοῦ ἐνι Τροίῃ . ἐπεὶ οὐδ’ ἐμὲ νοστήσαντα
18.331 δέξεται ἐν μεγάροισι γέρων ἱππηλάτα Πηλεὺς .
18.332 οὐδὲ Θέτις μήτηρ . ἂλλ’ αὐτοῦ γαῖα καθέξει·1
18.333 νῦν δ’ ἐπεὶ οὖν Πάτροκλε , σεῦ ὕστερος εἶμ’ ὑπὸ γαῖαν .
18.334 οὔ σε πρὶν κτεριῶ πρίν γ’ Ἕκτορος ἐνθάδ’ ἐνεῖκαι
18.335 τεύχεα καὶ κεφαλὴν μεγαθύμου σεῖο φονῆος·
18.336 δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσω
18.337 Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς·
18.338 τόφρα δέ μοι παρὰ νηυσὶ κορωνίσι κείσεαι αύτως·1
18.339 ἀμφὶ δέ σε Τρῳαὶ καὶ Δαρδανίδες βαθύκολποι
18.340 κλαύσονται νύκτάς τε καὶ ἤματα δακρυχέουσαι ,
18.341 τὰς αὐτοὶ καμόμεσθα· βίῃφί τε δουρί τε μακρῷ1
18.342 πιείρᾱς πέρθοντε πόλεις μερόπων ἀνθρώπων·1
18.343 ὡς εἰπὼν . ἑτάροισιν ἐκέκλετο δῖος Ἀχιλλεὺς
18.344 ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν . ὄφρα τάχιστα
18.345 Πάτροκλον λούσειαν ἄπο βρότον αἱματόεντα·
18.346 οἱ δὲ λοετροχόον τρίποδ’ ἵ̈στασαν ἐν πυρὶ κηλέῳ·
18.347 ἒν δ’ ἂρ ὕδωρ ἔχεαν . ὑπὸ δὲ ξύλα δαῖον ἑλόντες·
18.348 γάστρην μὲν τρίποδος . πῦρ ἄμφεπε , θέρμετο δ’ ὕδωρ·1
18.349 αὐτὰρ ἐπει δὴ ζέσσεν ὕδωρ ἐνι ήνοπι χαλκῷ .
18.350 καὶ τότε δὴ λοῦσάν τε καὶ ἤλειψαν λίπ’ ἐλαίῳ·
18.351 ἐν δ’ ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο·1
18.352 ἐν λεχέεσσι δὲ θέντες . ἑανῷ λιτὶ κάλυψαν1, 2
msA, 18.118, commenting on 18.332 ‡ οὐδε Θέτις μηρ ⁚ ὅτι συνεβίω ἡ Θέτις τῷ Πηλεῖ καὶ ὅτι οὐκ απεκόμιζον τὰ ὀστᾶ· τῶν τετελευτηκότων ἐπι ξένης εἰς τὰς πατρίδας . ἡ δὲ ἀναφορὰ προς τὸ ὅς κ’ ὀστέα παισὶν ἕκαστος οἴκαδ’ ἄγει ⁑
msA, 18.119, commenting on 18.351 ‡ ἐν δ’ ὠτειλὰς πλῆσαν⁚ οὕτως ὡς φαρμακώδη δύναμιν ἔχοντος τοῦ παλαιοῦ ἐλαίου . ὅτι ὑπὸ μὲν Εὐφόρβου βέβληται ὁ Πάτροκλος ὑπο δὲ Ἕκτορος οὔτασται καὶ συλληπτικῶς εἴρηκε πάντα τὰ τραύματα ὠτειλάς ⁑
msA, 18.120, commenting on 18.352 λιτί⁚ λιτῷ καὶ ἀποικίλτῳ ὑφ ἅσματι ὅ ἐστι λινῷ οἱ δὲ ἐξ αντιφράσεως τὸ ποικίλον . οἱ δὲ ὅ φασιν Ἀττικὸς ληΐδιον . δεῖ δὲ ὀξυτόνως ἀναγινώσκειν τὸ λιτί · κατα τὸν κανόνα τοῦ ῃρῳδιανοῦ · πᾶσα δοτικῇ δισύλλαβος ἐπι ονομάτων ὀξύνεσθαι θέλει· φωτί παντί θιτί οὕτως γὰρ καὶ ἐν τῇ Ἰλιακῇ προσῳδίᾳ ἐν τῇ λέγει ὅτι δεῖ ὀξύνειν κατα τοῦτὸν τὸν κανόνα οὕτως γὰρ καὶ Ἀρίσταρχος · εἰσὶ δὲ οἳ περισπῶσιν οὐ καλῶς . εἶτα ἐπάγει οὕτως· παραιτητεον δὲ τὸν Ἀσκαλωνίτην οιόμενον ἀπο τῆς λίς εὐθείας κεκλῆσθαι τὴν λιτὶ δοτικὴν καὶ τὴν λιτ αἰτιατικήν· οὐ γάρ ποτε ἐμελέτησε τὰ εἰς ις μονοσύλλα δια τοῦτος κλίνεσθαι , μεταπλασμὸς οὖν ἐστι τῆς λιτῶ δοτικῆς ὡς ἡ κλαδί . τῆς κλαδῷ καὶ ἡ αιτιατικῇ λιτὰ . μεταπέπλασται εκ τῆς λιτός . ὡς κρόκα ἐκ τῆς κρόκην· τὸ δὲ παρα τῷ ποιητῇ κάθηράν τε ῥύπα πάντα εἰ μὴ ἔστι πληθυντικὸν οὐδέτερον τοῦ προκειμένου μεταπλασμοῦ ἔχεται , οὐχ ὁμότονος δὲ ἐγένετο ἡ λῖτα τῇ λιτόν . ἐπεὶ πᾶσα αἰτιατικῇ εἰς α λήγουσα ἐβαρύνετο ὑπεσταλμένης τῆς τινά κατ αόριστον προφοράν ⁑
msAil, 18.14, commenting on 18.341@καμόμεσθα μετα καμάτου ἐκτησάμεθα⁚
msAil, 18.15, commenting on 18.342@πιείρᾱς λιπαρας
msAil, 18.16, commenting on 18.348@ἄμφεπε περιεῖπεν
msAim, 18.37, commenting on 18.338 δια τοῦ α αύτως πάσαι εῖχον ⁑
msAim, 18.38, commenting on 18.352 προς το λιτη ⁚
msAint, 18.32, commenting on 18.329 ἐρυθρὰν ποιῆσαι τῷ αἵματ ⁚