Manuscript msA, page 246r
| prev: 245v | next: 246v |
18.353 ἐς πόδας ἐκ κεφαλῆς· καθ’ ύπερθε φάρεϊ λευκῷ·
18.354 παννύχιοι μὲν ἔπειτα πόδας ταχὺν ἀμφ’ Ἀχιλῆα
18.355 Μυρμιδόνες Πάτροκλον ἀνεστενάχοντο γοῶντες·
18.356 Ζεὺς δ’ Ἥρην προσέειπε κασιγνήτην ἄλοχόν τε·1
18.357 ἔπρηξας καὶ ἔπειτα βοῶπι πότνια Ἥρη
18.358 ἀνστήσασ’ Ἀχιλῆα πόδας ταχὺν· ῆ ῥά νυ σεῖο
18.359 ἐξ αυτῆς ἐγένοντο κάρη κομόωντες Ἀχαιοί ·
18.360 τὸν δ’ ἠμείβετ’ ἔπειτα βοῶπις πότνια Ἥρη .
18.361 αἰνότατε Κρονίδη . ποῖον τὸν μῦθον ἔειπες·
18.362 καὶ μὲν δή που τις μέλλει βροτὸς ἀνδρὶ τελέσσαι .
18.363 ὅς περ θνητός ἐστι , καὶ οὐ τόσα μη̋δεα οἶδε·
18.364 πῶς δὴ ἔγωγ’ ἥ φημὶ θεάων ἔμμεν’ ἀρίστη1
18.365 ἀμφότερον . γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις
18.366 κέκλημαι , σὺ δὲ πᾶσι μετ’ ἀθανάτοισιν ἀνάσσεις·
18.367 οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι·
18.368 ὥς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
18.369 Ἡφαίστου δ’ ΐκανε δόμον Θέτις ἀργυρόπεζα .
18.370 ἄφθιτον . ἀστερόεντα· μετὰ πρεπέ’ ἀθανάτοισι .
18.371 χάλκεον , ὅν ῥ’ αὐτὸς ποιήσατο κυλλοποδίων·
18.372 τὸν δ’ εὗρ’ ἱ̈δρώοντα ἐλισσόμενον περὶ φύσας·1
18.373 σπεύδοντα· τρίποδας γὰρ εείκοσι πάντας ἔτευχεν1
18.374 ἑστάμεναι περὶ τοῖχον ἐϋσταθέος μεγάροιο·
18.375 χρύσεα δέ σφ’ ὑπὸ κύκλα ἑκάστω πυθμένι θῆκεν ,1, 2, 3
18.376 ὄφρά οἱ αὐτόματοι θεῖον δυσαίατ’ ἀγῶνα .1, 2
18.377 ἠδ’ αῦτις προς δῶμα νεοίατο . θαῦμα ἰδέσθαι·1, 2
msA, 18.121, commenting on 18.356 Ζεὺς δ’ Ἥρην ⁚ ὅτι κατα τὸ σιωπώμενον Ἥρα καὶ ὁ Ζεὺς γεγόνασιν ἐν τῷ Ὀλύμπῳ καὶ οὐ ξενιστέον ὅταν λέγῃ κατα συμπέρασμα ⁑
msA, 18.122, commenting on 18.364 πῶς δὴ ἔγωγ’ ἡ φημὶ , τὸ ἑξῆς πῶς δὴ ἔγωγ’ οὐκ ὄφελον Τρώεσσι · τὰ δὲ λοιπὰ ὡς δια μέσου διορθωτέον· παρα δε Ζηνοδότῳ κατα Δόριον εγών ⁑
msA, 18.123, commenting on 18.372 τὸν δ’ εὗρ’ , ἤτοι ἐπιστρεφόμενον ὡς χωλόν . ἠ μεμίμηται ἐπὶ τοῦ Ἡφαίστου τὴν τοῦ πυρὸς κίνησιν ⁑
msA, 18.124, commenting on 18.373 σπεύδοντα τρίποδας , ὅτι τὸ σπεύδοντ ἐνεργοῦντα . καὶ ὅτι πάντας παρέλκει ⁑
msA, 18.125, commenting on 18.375 χρύσεον δέ σφ’ ὑπο κύκλα· τινὲς ὑπόκυκλα ὡς ὑπότροχα οὐκ εῦ ἐστι γὰρ τὸ ἑξῆς ὑπέθηκε . τὸ μέντοι εν τῇ ταλαρόν θ’ ὑπόκυκλον κατα σύνθεσιν ἀνεγνωσμὲνον ἑτέρου ἔχεται σημαινομένου ⁑
msA, 18.126, commenting on 18.376 ὀφρά οἱ αὐτόματοι⁚ ὅτι ἐγκεκλιμένως ἀναγνωστέον ἵνα ᾖ ὄφρα αὐτῷ . καὶ ὅτι θειον ἀγῶνα λέγει τὴν συναγωγὴν τῶν θεῶν· ἐν δὲ ταῖς εἰκαιοτέραις θεῖον κατα δῶμα νέονται ⁑
msA, 18.127, commenting on 18.377 ἠδ’ αὖτις προς δῶμα· βραχὺ διασταλτέον ἐπι τὸ νεοίατο μᾶλλον γὰρ ἐμφαίνει· ἀξιοπίστως δὲ ὡς παρών . ἵνα δειχθῇ ἡ προς τὴν Θέτιν σπουδῇ ὅτι ἀτελεστόν τὸ ὑποκείμενον ἔργον ἐάσας ἐτελείωσεν ὅσα ἠθέλησεν ⁑
msAext, 18.4, commenting on 18.377 ** ** τα β β δασειαν ειχον εις το η
msAil, 18.17, commenting on 18.375@κύκλα τροχοὺς
msAil, 18.18, commenting on 18.375@πυθμένι τῷ ὑποκάτω μέρει τῆς βάσεως ⁑
msAim, 18.39, commenting on 18.362-18.367 προς το κάτω τὸ κακὰ ἡ ἀπδοσις ⁑
msAim, 18.40, commenting on 18.376 ἐν ἄλλω δύσονται ἀγῶνα ⁑