Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 246v

Manuscript msA, page 246v

image

prev: 246r next: 247r

Iliad text

18.378 οἳ δ’ ἤτοι τόσσον μὲν ἔχον τέλος . ούατα δ’ οὔ πωimage1

18.379 δαιδάλεα προσέκειτο· τά ρ’ ἤρτυε . κόπτε δὲ δεσμούς·image

18.380 ὄφρ’ ὅ γε ταῦτ’ ἐπονεῖτο ἰδυίῃσι πραπίδεσσι .image

18.381 τόφρά οἱ ἐγγύθεν ἦλθε θεὰ Θετις ἀργυρόπεζα·image1

18.382 τὴν δὲ ΐδε προμολοῦσα Χάρις λιπαροκρήδεμνοςimage1

18.383 καλὴ . τὴν ώπυιε περικλυτὸς ἀμφιγυήεις·image1

18.384 ἔν τ’ ἄρα οἱ φῦ χειρὶ , ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·image

18.385 τίπτε Θέτι τανύπεπλε ἱ̈κάνεις ἡμέτερον δῶimage1

18.386 αἰδοίη τε φίλη τε⁚ πάρος γε μὲν οὔ τι , θαμίζεις·image1, 2

18.387 ἂλλ’ ἕπεο προτέρῳ ἵνα τοι πὰρ ξείνια θείω·image

18.388 ὡς ἄρα φωνήσασα . πρόσω ἄγε δῖα θεάων·image

18.389 τὴν μὲν ἔπειτα καθεῖσεν ἐπὶ θρόνου ἀργυροήλου .image

18.390 καλοῦ . δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν , ῆεν·image

18.391 κέκλετο δ’ Ἥφαιστον κλυτοτέχνην . εἶπέ τε μῦθον·image

18.392 Ἥφαιστε . πρόμολ’ ὧδε . Θέτις νύ τι . σεῖο χατίζει·image1, 2

18.393 τὴν δ’ ἠμείβετ’ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·image

18.394 ῆ ῥά νύ μοι δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον .image1

18.395 ἥ μ’ ἐσάωσ’ , ὅτε μ’ ἄλγος ἀφίκετο , τῆλε πεσόντα .image

18.396 μητρὸς ἐμῆς ϊότητι κυνώπιδος . ἥ μ’ ἐθέλησεimage

18.397 κρύψαι χωλὸν ἐόντα· τότ’ ἂν πάθον ἄλγεα θυμῷ .image

18.398 εἰ μή μ’ Εὐρυνόμη τε Θέτις δ’ ὑπεδέξατο κόλπῳ·image1

18.399 Εὐρυνόμη θυγάτηρ ἀψορρόου Ὠκεανοῖο ·image1

18.400 τῇσι παρ’ εἱνάετες χάλκευον δαίδαλα πολλά·image1, 2

18.401 πόρπας τε . γναμπτάς θ’ έλικας . κάλυκάς τε καὶ όρμουςimage1, 2

18.402 ἐν σπῆϊ γλαφυρῷ· περὶ δὲ ῥόος Ὠκεανοῖοimage

18.403 ἀφρῷ μορμύρων ῥέεν ἄσπετος . οὐδέ τις ἄλλοςimage

Scholia text

msA, 18.128, commenting on 18.378 οἳ δ ήτοι· ὅτι ἐπι τῶν παρα μικρὼν τετελειωμένων οὕτως λέγει . ὃς τὸ μὲν ἄλλο τόσον φοίνικι ἠνία τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα ⁑image

msA, 18.129, commenting on 18.382 τὴν δὲ ἴδε προμολοῦσα· ζητεῖται δια τι ἐν τὴν Ἀφροδίτην παρίστησι γυναῖκα Ἡφαίστου , ἐνθάδε δὲ τὴν Χάριν κατ αμφότερα ὅτι τῇ τέχνῃ τὴν χάριν προσεῖναι δεῖ ἵνα καὶ ἐπι χάριτι ῇ καὶ ὅτι χάριν αποδίδωσι τῇ Θέτιδι τῶν εἰς αυτὸν ὑπ αυτῆς εὐεργεσιῶν γενομένων πρότερον ⁑image

msA, 18.130, commenting on 18.383 καλὴ τὴν ὤπυιε· τῷ ὤποιε παρα τὴν ώπα . ἠ δια τὰς ὁμιλίας τὰς πρὸς τὸν γάμον ἠ ἀπο τοῦ οπάζειν ἣν πεποιηται ἐκ μνηστείας· ἢ παρα τὸ ευφορὰν τὰ κατα τὴν γυναῖκα ὡς τὸ ἐκείνος γ’ ἔχθων τὸν εμὸν βίον ἀμφιπολεύει ⁑image

msA, 18.131, commenting on 18.385 ἡμέτερον δῶ , παρα Ζηνοδότῳ ἡμέτερον δὲ καὶ Θέτις τανύπεπλος ϊκάνεις ⁑image

msA, 18.132, commenting on 18.386 αἰδοίη τε φίλη τε παρος γε μὲν οὔτι θαμίζεις ⁑ ἀντι τοῦ οὐδένα ὡς ἐν ήθει δὲ ὡς φαμὲν τί σὺ πρὸς ημᾶς οὐ γὰρ πυκνῶς εἴωθας παραγίνεσθαι ⁑image

msA, 18.133, commenting on 18.392 Ἥφαιστε πρόμολ’ ὦδε . ὅτι τὸ ὦδε οὕτως ὡς ἔχεις οὐδὲν ὑπερθέμενος καὶ ἐν ἀμφί σταθ’ οὕτως ⁑image

msA, 18.134, commenting on 18.392 Θέτις νύ τι· δια τὸ μη θαμίζειν ἐστόχασται τὴν νῦν παρουσίαν αὐτῆς ὡς κατὰ χρείαν γενομένην· Πλάτων δὲ προς τοῦτο γενόμενος φησί . Πλάτων νύ τι σεῖο χατίζει ⁑image

msA, 18.135, commenting on 18.394 ῆ ρά νύ μοι· χρηστὸν τὸ ῆθος ἣν γὰρ μήπω ΐδεν ἀκούσας ἐνδείκνυται τὴν προθυμίαν ὥσπερ προ πολλοῦ εὐχόμενος δεηθῆναι αὐτοῦ τὴν Θέτιν ἀναπεφώνηκεν εἰλημμένος ὃν ήθελεν ⁑image

msA, 18.136, commenting on 18.399 Εὐρυνόμη θυγάτηρ· ἡδέως τῇ ἐπαναλήψει τοῦ ὀνόματος καὶ ἐπι τῆς ἀπουσιας ἐνδεικνύμενος τῆ Θέτιδι ὡς οὐ δια παρουσίαν αὐτῆς ἀπομνημονεύει τῆς χάριτος ⁑image

msA, 18.137, commenting on 18.401 κάλυκας . ἐμφερῆ ῥόδοις . οἱ δὲ δακτυλίους· οἱ δὲ ἐνώτια· οἱ δὲ χρυσᾶς σύριγγας αἳ τοὺς πλοκάμους περιεχουσιν ὡς φασίν οἱ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκοντο ⁑image

msA, 18.138, commenting on 18.401 έλικας· ήτοι οἱ σύνδεσμοι τῆς κεφαλῆς , ἠ κόσμος ἀπο τῶν ὁρμῶν ἐξηρτημένος ⁑image

msA, 18.139, commenting on 18.400 τῇσι παρ’ εἰνάετες⁚ ἔστι μὲν τὸ ἑξῆς παρα τῆσι . οὐκ αναστρεπτέον δὲ δια τὴν συναλιφή . Ζηνόδοτος δε καὶ Ἀριστοφα δαίδαλα πάντα ⁑image

msA, 18.140, commenting on 18.381 εν αλλῳ και ουτος εὑρέθ · ἀπέστραπτο δέ· τόφρα οἱ ἐγγύθεν ἦλθε θεὰ Θετις ἀργυρόπεζα·image

msAext, 18.5, commenting on 18.398 ** ** θ’ image

msAil, 18.19, commenting on 18.386@θαμίζεις συνεχῶς παραγίνimage

msAim, 18.41, commenting on 18.400 Ζηνοδ καὶ Αριστοφ δαίδαλα πάντ ⁑image