Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 247r

Manuscript msA, page 247r

image

prev: 246v next: 247v

Iliad text

18.404 ᾔδεεν . οὔτε θεῶν , οὔτε θνητῶν ἀνθρώπων·image1

18.405 ἀλλὰ Θέτις τε καὶ Εὐρυνόμη ΐσαν . αἵ μ’ ἐσάωσαν·image

18.406 ἣ νῦν ἡμέτερον δόμον ΐκει· τώ με μάλα χρεὼimage

18.407 πάντα Θέτῑ καλλιπλοκάμῳ ζωάγρια τείνειν·image1

18.408 ἀλλὰ σὺ μὲν νῦν οἱ παράθες ξεινήϊα καλὰ .image

18.409 ὄφρ’ ὰν ἐγὼ φύσᾱς ἀποθείομαι . ὅπλα τε πάντα .image

18.410 ῆ . καὶ ἀπ’ ἀκμοθέτοιο πέλωρ , αίητον ἀνέστη·image1, 2, 3

18.411 χωλεύων· ὑπο δὲ κνῆμαι ῥώοντο ἁραιαί·image1

18.412 φύσᾱς μέν ῥ’ ἀπάνευθε τίθει πυρὸς . ὅπλα τε πάνταimage

18.413 λάρνακ’ ἐς ἀργυρέην συλλέξατο , τοῖς ἐπονεῖτο·image1

18.414 σπόγγῳ δ’ ἀμφι πρόσωπα καὶ ἄμφω χεῖρ’ ἀπεμόργνυ ·image

18.415 αὐχένα τε στιβαρὸν· καὶ στήθεα λαχνήεντα·image

18.416 δῦ δὲ χιτῶν’ . ἕλε δὲ σκῆπτρον παχὺ . βῆ δὲ θύραζεimage1

18.417 χωλεύων . ὑπο δ’ ἀμφίπολοι ῥώοντο ἄνακτιimage

18.418 χρύσειαι . ζῳῇσι , νεήνισιν , εἰοικυῖαι·image

18.419 τῇς , ἐν μὲν νόος ἐστὶ μετὰ φρεσὶν . ἐν δὲ καὶ αὐδὴ .image

18.420 καὶ σθένος , ἀθανάτων δε θεῶν ἄπο έργα ΐσασιν·image1

18.421 αἱ μὲν ὕπαιθα ἄνακτος ἐποίπνυον· αὐτὰρ ὃ ἔρρων .image1

18.422 πλησίον ἔνθα Θέτις περ . ἐπὶ θρόνου ΐζε φαεινοῦ·image

18.423 ἔν τ’ ἄρα οἱ φῦ χειρί . ἔπος τ’ ἔφατ’ . ἔκ τ’ ὀνόμαζε·image

18.424 τίπτε Θέτι τανύπεπλε ἱ̈κάνεις ἡμέτερον δῶimage1

18.425 αἰδοίη τε , φίλη τε . πάρος γέ μεν οὔ τι θαμίζεις·image

18.426 αὔδᾱ ὅ τι φρονέεις . τελέσαι δέ με θυμὸς ἄνωγε·image1

18.427 εἰ δύναμαι τελέσαι γε . καὶ εἰ τετελεσμένον ἐστίν·image

18.428 τὸν δ’ ἠμείβετ’ ἔπειτα Θετίς κατα δακρυ χέουσα·image1

Scholia text

msA, 18.141, commenting on 18.410 πέλωρ αίητον ἀνέστη· πελωρα λέγουσι τὰ παρηλλαγμένα· ὁ δε Ἥφαιστος ἀμφυγυήεις αίητον δὲ μέγα καὶ ἐπέγκειται τὸ ϊ θάρσος ἄητον ἔχουσα ⁑image

msA, 18.142, commenting on 18.410 πέλωρ αίητον⁚ ὁ Ἀσκαλωνιτ προπαροξύνει ἐκδεχόμενος πλεονασμὸν τοῦ ϊ παρα τὸ θάρσος ἄητον ἐχουσα οἷον ταχὺ καὶ κινητίκον Πρωτέας δὲ τῷ ορμημένῳ παρα τὸ ἄω , ἄλλοι δὲ ἐκ παραλλήλου τὸ μέγα παρα τὴν αῖαν τὴν γῆν· ἐγὼ δὲ ἐπιζητῶ τὸ ἄητον πῶς δυνατὸν τρίτην ἀπο τέλους ἔχειν τὴν ὀξεῖαν· ἐπιθετικῶς κείμενον· μήποτε οὖν ὀφείλομεν πείθεσθαι τῷ Φιλοξένῳ φησὶ γὰρ αὐτὸ σύνθετον εῖναι παρα τὸ ετος ὡς θετός ὃ σημαίνει τὴν ὕπαρξιν ἐξ οῦ τὸ ἀληθὲς ὃ καὶ γίνεται ἐτεός · ἐγένετο . ἐγένετο δὲ καὶ τὸ πληθυντικὸν οὐδέτερον ἐν επιρρηματικῇ τάξει . ω ετά Τημενίδος χρύσεον γένος , καὶ τὸ παρα τοῖς Ἀττικοῖς οὐκ έτος ἀντι μεσότητος τῆς έτως τὸ παρα μηδενὶ οὖν ὑπαρκτὸν τοῦτέστι μέγα ἄατον καὶ ἄητον καὶ δηλον ὅτι ἀπολέλυται ὁ τόνος· ὁρᾶται γὰρ σύνθετα τοιαύτα βαρυνόμενα , ἄρρητον ἄκλητον ἄκμητον οὕτως ἄητον ⁑image

msA, 18.143, commenting on 18.413 λάρνακ’ ἐς ἀργυρέην . ὅτι λάρνακα τὴν κιβωτόν . νεωτερικὸν γὰρ ὄνομα ἡ κιβωτος καὶ ὅτι ἐπονεῖτο ἀντι τοῦ ἐνήργει ⁑image

msA, 18.144, commenting on 18.416 δὺ δὲ χιτῶν’ . ὅτι οὐ παρέλκει τὸ παχύ ἀλλα προς τὸ ἐπερείδειν χωλὸν ὄντα τὸν Ἥφαιστον περι οὗ φησὶν , πέλωρ αίητον ἀνέστη ὡς καὶ τὸ στησαμένη μέγαν ἱστόν ⁑image

msA, 18.145, commenting on 18.421 αἱ μὲν ὕπαιθα ὅτι ἔρρων οὐ ψιλῶς πορευόμενος ἀλλα δια τὴν χωλότητα φθειρόμενος ⁑image

msA, 18.146, commenting on 18.424 τίπτε Θέτι · παρα Ζηνοδότῳ ἡμέτερον δέ · καὶ Θέτις τανύπεπλος ϊκάνεις ⁑image

msA, 18.147, commenting on 18.428 τὸν δ’ ἡμείβετ ‘ ἔπειτα· περιπαθές ἐστι τὸ τῆς θεοῦ πρόσωπον τρεῖς γὰρ θεοῦς εὐεργετήσασα . τὰς ἀμοιβὰς εἰς τὸν παῖδα εὑρίσκεται παρ αυτῶν λαμβάνουσα κατατιθεμένη τὸ δε δακρύειν πρὸς παθος αὐτῇ συμβαλλεται ⁑image

msAil, 18.20, commenting on 18.410@πέλωρ τέραςimage

msAim, 18.42, commenting on 18.407 μετα τοῦ ϊ τὸ ζωάγρια ὁ Ἀρίσταρχ Ἀρίσταρχος ⁑image

msAim, 18.43, commenting on 18.411 δασύνεται τὸ ἁραιαί ⁚image

msAim, 18.44, commenting on 18.420 τὰ γυναικεια δὴλον οτι ⁑image

msAim, 18.45, commenting on 18.426 ἐν ἄλλῳ ἀνώγει ⁑image

msAint, 18.33, commenting on 18.404 ουτ ᾔδεεν γράφεται δὲ καὶ ῄδειν ⁚image