Manuscript msA, page 247v
| prev: 247r | next: 248r |
18.429 Ἥφαιστ’ · ῆ άρα δή τις ὅσαι θεαί εἰσ’ ἐν Ὀλύμπῳ
18.430 τοσσάδ’ ἐνὶ φρεσὶν ῇσιν ἀνέσχετο κήδεα λυγρὰ .
18.431 ὅσσ’ ἐμοὶ ἐκ πασέων Κρονίδης , Ζεὺς ἄλγε’ ἔδωκεν·
18.432 ἐκ μέν μ’ ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν ,
18.433 Αἰακίδῃ Πηλῆϊ · καὶ ἔτλην ἀνέρος εὐνὴν ,1
18.434 πολλὰ μάλ’ οὐκ ἐθέλουσα· ὁ μὲν δὴ γήραϊ λυγρῷ1
18.435 κεῖται ἐνι μεγάροις ἀρημένος· ἄλλα δέ μοι νῦν·
18.436 υἱὸν ἐπεί μοι δῶκεῖ γενέσθαί τε τραφέμεν τε
18.437 ἔξοχον ἡρώων . ὁ δ’ ἀνέδραμεν ἔρνεϊ ἶ̈σος .
18.438 τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὡς γουνῶ αλωῆς ,1
18.439 νηυσὶν ἔπι προέηκα κορωνίσιν Ἴλιον εἴσω
18.440 Τρωσὶ μαχησόμενον , τὸν δ’ οὐχ ὑποδέξομαι αὖτις
18.441 οἴκαδε νοστήσαντα· δόμον Πηλήϊον εἴσω·1
18.442 ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο .
18.443 ἄχνυται . οὐδέ τι οἱ δύναμαι χραισμῆσαι ἰ̈οῦσα·
18.444 κούρην , ἣν ἄρα οἱ γέρας ἔξελον υἷες Ἀχαιῶν .1
18.445 τὴν , ὰψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων ·
18.446 ἤτοι ὃ τῆς ἀχέων . φρένας ἔφθιεν· αὐτὰρ Ἀχαιοὺς
18.447 Τρῶες ἐπι πρύμνῃσιν , εείλεον· οὐδὲ θύραζε1
18.448 εἴων ἐξιέναι· τὸν δὲ λλίσσοντο γέροντες1
18.449 Ἀργείων , καὶ πολλὰ περικλυτὰ δῶρ’ ὀνόμαζον·
18.450 ἔνθ’ αὐτὸς μὲν ἔπειτ’ ἠναίνετο λοιγὸν ἀμῦναι·
18.451 αὐτὰρ ὃ Πάτροκλον περι μὲν τὰ , ἃ . τεύχεα , έσσε·
18.452 πέμπε δέ μιν πόλεμον δὲ , πολὺν δ’ ἅμα λαὸν όπασσε·
18.453 πᾶν δ’ ῆμαρ μάρναντο περὶ Σκαιῇσι πύλῃσι·
18.454 καί νύ κεν αὐτῆμαρ πόλιν ἔπραθον , εἰ μὴ Ἀπόλλων
msA, 18.148, commenting on 18.434 πολλὰ μάλ’ οὐκ εθέλουσα . οὐχ ὅτι μετεβάλλετο ἀλλα προειδυῖα τὰ μέλλοντα ἔσεσθαι τῷ γάμῳ δυσχερῆ ἀπηρνεῖτο τὴν σύζευξιν ⁑
msA, 18.149, commenting on 18.435-18.436 κεῖται ἐνι μεγάροις· στικτέον ἐπι τὸ νῦν καὶ ἀπ αλλης ἀρχῆς ἀναγνωστέον τὸ διήγημα υἱὸν ἐπεί μοι δῶκεν , ὡς κακεῖ . κούρην ἣν ἄρα μοι ὁ δε λόγος ἄλλα δέ μοι νῦν ἐστι λείποντος τοῦ ῥήματος ⁑
msA, 18.150, commenting on 18.438 τὸν μὲν ἐγὼ , ὅτι καθ Ὅμηρον ἡ Θέτις εθρεψε τὸν Ἀχιλλέα οὐ Χείρων ὡς οἱ νεώτεροι ⁑
msA, 18.151, commenting on 18.444 κούρην ἣν ἄρα οἱ ἀθετοῦνται στίχοι ιγ , ὅτι συνήγαγέ τις τὰ δια πολλῶν εἰρημενα ὡς ἔνα τόπον ὡς ἐκεῖνα ᾠχόμεθ’ ἐς Θήβην ἱερὴν πο δια δε τῶν ἑξῆς ἐπιδείκνυσιν ὅτι τε ὁ Πατροκλος τελευτήσας ἀπώλεσε τὰ ὅπλα καὶ πάρεστιν ἕτερα ληψομένη , δια μέντοι τούτων οὐδὲν ἀναγκαιον λέγεται καὶ ψεῦδος περιεχουσιν οὐ γὰρ ταῖς λιταῖς πεισθεῖς Ὀδυσσέως καὶ Αἴαντ ἐξέπεμψε τὸν Πάτροκλον ἀλλ’ ὕστερον , ἑκουσίως ὁ Πάτροκλος κατελεήσας τὴν φθορὰν τῶν Ελλήνων ϊκέτευσε δοθῆναι αὐτῶ τοῦ Αχι τὰ όπλα ⁑
msAext, 18.6, commenting on 18.448 ** ** ἐλίσοντο
msAil, 18.21, commenting on 18.447@εείλεον συνέκλειον
msAim, 18.46, commenting on 18.441 ἔν τισιν οὐ κεῖται ⁑
msAint, 18.34, commenting on 18.433 επι τὸ ευνήν βραχὺ διασταλτέον ⁑