Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 248r

Manuscript msA, page 248r

image

prev: 247v next: 248v

Iliad text

18.455 πολλὰ κακὰ ῥέξαντα Μενοιτίου ἄλκιμον υἱὸν·image

18.456 ἔκταν’ ἐνι προμάχοισι . καὶ Ἕκτορι κῦδος ἔδωκε·image

18.457 τοὔνεκα νῦν τὰ σὰ γούναθ’ ϊκάνομαι . αί κ’ ἐθέλῃσθαimage1

18.458 υἱεῖ ἐμ ὠκυμόρῳ δόμεν’ ἀσπίδα καὶ τρυφάλειαν .image1, 2

18.459 καὶ κᾱλὰς κνημῖδας ἐπισφυρίοις ἀραρυίας .image

18.460 καὶ θώρηχ’ . ὃ γὰρ ἦν οἱ· ἀπώλεσε πιστὸς ἑταῖροςimage1

18.461 Τρωσὶ δαμείς· ὁ δὲ κεῖται ἐπὶ χθονὶ , θυμὸν ἀχεύων·image1

18.462 τὴν δ’ ἠμείβετ’ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·image

18.463 θάρσει· μή τοι ταῦτα μετα φρεσὶ σῇσι μελόντων·image

18.464 αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμηνimage

18.465 νόσφιν ἀποκρύψαι . ὅτε μιν μόρος αἰνὸς ϊκάνοι·image

18.466 ὥς οἱ τεύχεα καλὰ παρέσσεται . οἷά τις αῦτεimage1

18.467 ἀνθρώπων πολέων θαυμάσσεται , ὅς κεν ΐδηται·image1

18.468 ὡς εἰπὼν , τὴν μὲν λίπεν αὐτοῦ . βῆ δ’ ἐπι φύσᾱςimage

18.469 τὰς δ’ ἐς πῦρ ἔτρεψε . κέλευσέ τε ἐργάζεσθαι·image

18.470 φῦσαι δ’ ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων .image1

18.471 παντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιεῖσαι·image1

18.472 ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι· ἄλλοτε δ’ αὖτεimage1, 2

18.473 ὅππως Ἥφαιστός τ’ ἐθέλοι καὶ ἔργον ἄνοιτο·image

18.474 χαλκὸν δ’ ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε .image

18.475 καὶ χρυσὸν τιμῆντα . καὶ ἀργύρον · αὐτὰρ ἔπειταimage

18.476 θῆκεν ἐν ἀκμοθέτῳ μέγαν ἄκμονα· γέντο δὲ χειρὶimage

18.477 ῥαιστῆρα κρατερήν , ἑτέρηφι δὲ γέντο πυράγρην·image1, 2, 3

18.478 ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τε ,image1

18.479 πάντοσε δαιδάλλων· περὶ δ’ ἄντυγα βάλλε φαεινὴν .image

Scholia text

msA, 18.152, commenting on 18.457 τούνεκα νῦν τα σὰ· μετρίως πάνυ ὡς χάριν αιτουμένη καὶ οὐκ οφειλομένην ἀπαιτοῦσα .image

msA, 18.153, commenting on 18.458 υἱεῖ εμ’ ωκυμόρω· οὐ διαλείπει τοῦτο προβαλλομενη ὡς καὶ πρὸς τὸν Δία τίμησόν μοι υἱὸν ὡς ὠκυμορώτατος ἄλλων ἔπλετο · τὸ δὲ ἐμ ωκυμόρῳ ἔξω τοῦ ϊ συνθέκτέλιπται γὰρ τῷ ῳ τὸ ϊ ⁑image

msA, 18.154, commenting on 18.460 καὶ θώρηχ’ ὃ γὰρ ἣν οἱ̄ . ὅτι καταλλήλως εἴρηκεν ὁ γὰρ ἦν αὐτῷ αντι τοῦ ὃν γὰρ εῖχεν καὶ ὅτι οἱ ηθετημένοι περισσοί ὑποστικτέον δὲ μετα τὸ οἱ · τὸ γὰρ ό ἀντι ὑποτακτικοῦ κεῖται τὸ ὃς · ὃς γὰρ ἦν αὐτῷ , τοῦτον ἀπώλεσεν ὁ εταῖρος λείπει γὰρ τὸ τοιουτον τῆς ἀναφορὰς ἐπι τὸν θώρακα οὐκ επι τὸν Πατροκλον οὔσης ὡς ᾠήθησάν τινές ⁑image

msA, 18.155, commenting on 18.461 Τρωσὶ δαμείς . ὅτι εἰ προειρήκει ὅτι Πάτροκλος ἀνῄρηται οὐκ ἂν ἐκ δευτέρου ἔλεγεν καὶ ὅτι Τρωσὶν ἀντι τοῦ ὑπο Τρώων ⁑image

msA, 18.156, commenting on 18.464-18.466 αι γάρ μιν θανάτοιο⁚ διασταλτέον ἐπι τὸ ϊκάνοι τὸ γὰρ ὃς κυρίως κεῖται ἐπιφερόμενον ὁ δὲ λόγος εῖθε γὰρ αὐτὸν καὶ τοῦ θανάτου δυναίμην ἀπαλλάξαι ὡς κάλλιστα ὅπλα ἕχει ⁑image

msA, 18.157, commenting on 18.467 ανων πολέων⁚ συμμέτρως τῇ ὑποσχέσει περι μὲν γὰρ τῆς ευεργεσίας Θετιδος τοσαυτα ἐξέτεινεν ἦλθεν ἢν αὐτὸς ἀποδίδωσι μετρίως τὸν λόγον ἐποίησατο ⁑image

msA, 18.158, commenting on 18.471 παντοίην εὔπρηστον . δια τοῦ σ εὔπρηστον τινὲς δια τοῦ κ καὶ ἀκούουσι πρὸς πράξιν ευάρμοστον ⁑image

msA, 18.159, commenting on 18.477 πυράγρην⁚ τὸν χαλκευτικὸν καρκῖνον τὸν ὀξύλαβον παρα τὸ τὰ ἐκ πυρὸς ἀγρεύειν ὅ ἐστι λαμβάνειν ⁑image

msA, 18.160, commenting on 18.477 ῥαιστῆρα⁚ σφοῖραν σιδηρὰν παρα τὸ ῥαίζειν ὅ ἐστιν ἐνεργεῖν ⁑image

msA, 18.161, commenting on 18.478 ποίει δὲ πρώτιστα σάκος· δια τί μάχαιραν ὁ Ἥφαιστος οὐ κατασκευάζει⁚ ὅτι ἡ μάχαιρα παντὶ ἁρμόζει· τὸ γὰρ σκεῦος εὔκτητον τὸ δε δόρυ ὑπεξῄρηται δι’ ετέραν αἰτίαν ⁑image

msAim, 18.47, commenting on 18.466 παρα Ζηνοδ καὶ Αριστοφ παρέξομαι ⁑image

msAim, 18.48, commenting on 18.470 οτ τὸ πάσαι παρελκει διὸ ἡ διπλη ⁑image

msAim, 18.49, commenting on 18.472 ελλειπ τὸ μὴ σπευδοντ ⁑image

msAint, 18.35, commenting on 18.458 ἔξω τοῦ ϊ τὸ εμ ὠκυμορῳ συνεκτέθλιπται γὰρ τῷ ῳ τὸ ϊ ⁑image

msAint, 18.36, commenting on 18.472 εἰς το παρεῖναι καὶ ἕτοιμοι εῖναι καὶ σπεύδοντι καὶ μή ⁑image

msAint, 18.37, commenting on 18.477 παρα Ζηνοτ κρατερόν διὰ τοῦ ο ⁑image