Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 248v

Manuscript msA, page 248v

image

prev: 248r next: 249r

Iliad text

18.480 τρίπλακα· μαρμαρέην . ἐκ δ’ ἀργύρεον τελαμῶνα·image

18.481 πέντε δ’ ἂρ αὐτοῦ ἔσαν σάκεος πτύχες· αὐτὰρ ἐν αυτῷimage1

18.482 ποίει δαίδαλα πολλὰ ἰδυίῃσι πραπίδεσσιν·image

18.483 ἐν μὲν γαῖαν ἔτευξ’ , ἐν δ’ οὐρανὸν . ἒν δὲ θάλασσαν·image1

18.484 ἠέλιόν τ’ ἀκάμαντα· σελήνην τε πλήθουσαν·image1

18.485 ὲν δὲ τὰ τείρεα πάντα . τά τ’ οὐρανὸς ἐστεφάνωται·image1, 2

18.486 Πληϊάδας θ’ . Ὑάδας τε . τό τε σθένος Ὠρίωνος ·image1, 2, 3, 4, 5

18.487 Άρκτόν θ’ . ἣν καὶ Ἄμαξαν ἐπίκλησιν καλέουσιν·image1, 2

18.488 ἥ τ’ αὐτοῦ στρέφεται· καί τ’ Ὠρίωνα δοκεύει·image1

18.489 οἴη δ’ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο ·image1, 2, 3

18.490 ὲν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπωνimage1, 2, 3

18.491 καλὰς . ἐν τῇ μέν ῥα γάμοι τ’ έσαν , εἰλαπίναι τε·image

18.492 νύμφας δ’ ἐκ θαλάμων . δαΐδων ὑπὸ λαμπομενάων .image1, 2

18.493 ηγίνεον ἀνὰ ἄστυ , πολὺς δ’ ὑμέναιος ὀρώρει·image1

18.494 κοῦροι δ’ ὀρχηστῆρες ἐδίνεον . ὲν δ’ ἄρα τοῖσινimage

18.495 αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον· αἱ δὲ γυναῖκεςimage1

18.496 ἱ̈στάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη·image1

18.497 λαοὶ δ’ εἰν ἀγορῇ ἔσαν ἀθρόοι· ἔνθα δὲ νεῖκοςimage1

18.498 ὠρώρει· δύο δ’ ἄνδρες . ἐνείκεον εἵνεκα ποινῆςimage1

18.499 ἀνδρὸς ἀποφθιμένου . ὁ μὲν εὔχετο πάντ’ ἀποδοῦναιimage1, 2

18.500 δήμῳ πιφραύσκων . ὁ δ’ ἀναίνετο μηδὲν ἑλέσθαι·image

18.501 ἄμφω δ’ ϊέσθην . ἐπὶ , ΐστορι πεῖραρ ἑλέσθαι·image1, 2, 3

18.502 λαοὶ δ’ ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί·image1, 2

18.503 κήρυκες δ’ ἄρα λαὸν ἐρήτυον· οἱ δε γέροντες·image

18.504 εἵατ’ ἐπι ξεστοῖσι λίθοις . ἱ̈ερῷ ἐνὶ κύκλῳ·image

Scholia text

msA, 18.162, commenting on 18.483 ‡ ἒν μὲν γαῖαν⁚ οτ Ζηνόδοτ ἠθέτηκεν ἀπο τούτου τοῦ στίχου τὰ λοιπα ἀρκεσθεὶς τῃ κεφαλαιώδει προεκθέσει· Ὅμρ δὲ οὐκ ὰν προ ετραγώδησεν τὰ κατ τὰς φύσας εἰ μὴ καὶ τὴν τῆς ποικιλίας κατασκευὴν ἔμελλε διατίθεσθαι ⁑image

msA, 18.163, commenting on 18.484 σελήνην τε πλήθουσαν⁚ τὴν οἶον πεπληρωμενην καὶ ἐγκύμονα τοῦ ηλιακοῦ φωτὸς λέγει δὲ τῆν παρά σεληνον · εἴρηται δὲ σελήνη οἶον εἰ σελας νέον . ⁑image

msA, 18.164, commenting on 18.486 Πληϊάδας θ’⁚ ἑπτὰ ἀστέρες κείμενοι ἐπι τῇ ουρᾶ τοῦ Τάρου μᾶλλον δὲ ἐπι τοῦ χοτομήματος αὐτοῦ . ὁ γὰρ Τᾶυρος σῶος οὐκ ανηστέρισται ἀλλ’ ἕως τῶν ἰσχίων αὗται δε εἰσιν Ἄτλαντος καὶ Πληϊόνης θυγατέρες ὧν τὰ ονόματα· Μαία · Ταυγετη · Κελαινώ · Μηρώπη Ηλέκτρα Στεροπή · Ἀλκυόνη · Ἄτλας δὲ εἷς τῶν Γιγάντων μιγεῖς Πληϊόνη · τῆ Ωκεανου ἔσχεν θυγατέρας ζ · αἳ τὴν παρθνειαν ἀγαπήσασαι συνεκυνήγουν τῇ Ἀρτέμιδι θεασάμενος δε Ωρίων ἠράσθη καὶ ἐδίωκε μιγῆναι βουλόμενος· αἱ δὲ πεκατληπτοι γενόμεναι θεοῖς ηύξαντο μεταβαλεῖν φυσιν· Ζεὺς δὲ ἐλεησας αὐτας καὶ δια τῶν ἄρκτων κατηστέρισεν · ὠνομάσθησαν δὲ Πληϊάδες Πληϊονης τῆς μρς αὐτῶν· φασὶ δὲ Ἡλέκτραν βουλόμενην τὴν Ἰλιου πόρθησιν θεάσασθαι δια τὸ κτίσμα τῶν ἀπογόνων καταλιπεῖν τῶν τόπων οὗ κατηστέριστο . δι ὅπερ οὔσας πρότερον ἑπτὰ γενεσθαι ἓξ ἡ ϊστορία παρα τοῖς Κυκλικοῖς ⁑image

msA, 18.165, commenting on 18.486 Ὑάδας τε⁚ οἱ επι τῶν κεράτων τοῦ Ταύρου ἑπτὰ ἀστέρες κείμενοι· καλοῦνται δὲ Ὑάδες ἥτοι δια τὴν προς τὸ Υ στοιχεῖον ὁμοιότητα ἢ ἐπειδὴ αἴτιοι όμβρων καὶ ὑετῶν καθ ἵστανται ⁑image

msA, 18.166, commenting on 18.486 Ζεὺς ἐκ τοῦ μηροῦ γεννηθέντα Διόνυσον ταῖς Δωδωνίσι νύμφαις τρέφειν έδωκεν . Ἀμβροσία Κορωνίδῃ Εὐδωρῃ Διώνῃ Αἰσύλῃ Πολυξοῖ αὕται θρέψασαι τὸν Διόνυσον περίεσαν συν αυτῷ τὴν ευρεθεῖσα ἄμπελον ὑπο τοῦ θυ τοῖς ἀνοις χαριζόμεναι· Λυκοῦργος δὲ μέχρι τῆς θαλασσης συνεδίωξε τὸν Διόνυσον ἐκεινας δὲ ὁ Ζεὺς ἐλεήσας κατηστέρισεν· ἡ ἱστορία παρα Φερεκυδ ⁑image

msA, 18.167, commenting on 18.486 Πηληϊάδας θ’ Υάδας τε⁚ τὰς μὲν κατηστερισμένας ἐν τῶ μετώπου τοῦ Ταύρου Ὑάδας φασὶν εἰρῆσθαι τοῦ δὲ ἐπι τῆς ἡμιτόμου πλευρᾶς Πληΐαδας καλεῖσθαι· Ἄτλαντα γὰρ τὸν Ἱαπετοῦ · καὶ Αἰθερας τῆς Ὠκεανου καθὰ φησὶ θυγατέρες δώδεκα καὶ υἱὸς Υἱας · τοῦτον ἐν Λιβύη κυνηγοῦντα ὄφις κτεινει· καὶ αἱ μεν πέντε τὸν αδελφὸν θρηνουσαι ἀπόλλυνται⁚ τὰς δὲ λοιπας δι οικτον καταστερίσας Ζεὺς , Ὑάδας ἐπωνόμασας ἐπῳνυμία τοῦ ἀδε · αἱ δὲ πλείους ζ βραδέως μὲν πλὴν ἀποθανοῦσαι Πληϊάδας εἴρηνται· Φερεκύδης δὲ καθὰ προείρηται τὰς Ὑάδας . Δωδωνίδας νύμφας φησὶν εἶναι καὶ Διονύσου τροφοὺς ἃς παρακαταθέσθαι τὸν Διόνυσον Ἰ̈νοὶ δια τὸν Ήρας φόβον· καθ ὸν καιρὸν αὐτὰς καὶ Λυκοῦργος ἐδίωξεν τῶν δε Πληϊάδων οὐσῶν ἑπτὰ πάνυ ἀμαυρὸς ἕβδομος ἀστήρ ἐστιν ὡς μὲν Ἄρατος ἐν τῷ προς θεόπροπον ἐπικηδιῶ φησίν Τρῴας πορθουμενης τὴν Δανου μρα Ἢλέκτραν μίαν ουσαν τῶν Πλειάδων φυγεῖν τε τὴν τῶν ἀδελφῶν συνοδ καὶ τὰς κομας λύσασαν ἐνίοτε κομητην ἀστέρα φαίνεσθαι φησὶ δὲ καὶ Ἑλλανικος ἐν τῷ πρώτῳ τῶν Ἀτλαντικῶν · τὰς μὲν ἓξ θεοῖς συνελθεῖν Ταυγέτην , Διΐ ὧν γενέσθαι Λακεδαίμονα · Μαῖαν Διΐ ἀφ ῶν Ἑρμῆς . Ἡλέκτραν Διῒ ὧν Δάρδανος · Ἀλκυόνην Ποσειδων Κελαινω Ποσειδῶνι ὧν Λύκων Στεροπὴν Ἄρει ὂν Οἰνόμαον Μερόπην δὲ Σισύφῳ θνητῷ ὄντι ὦν Γλαύκον διὸ καὶ αμαυρον εῖναι Ὑάδες δε εΐρηνται ἤτοι παρὰ τὸ σχημ τῆς τῶν ἀστερων θέσεως τῷ γὰρ Υ στοιχείω παραπλήσιόν ἐστιν . ἢ ἐπεὶ ἀνατελλουσῶν αὐτῶν καὶ δυνουσων ὕει ὁ Ζεύς · αἱ δὲ Πλειάδες ἤτοι ἀπο τῆς μρς αὐτῶν Πληϊόνης · ἢ ὅτι πλείους ὁμοῦ κατα μίαν συναγωγὴν ἐισὶ βότρυν γὰρ αὐτας λεγοῦσιν ἢ ὅτι μὲν πλείους καὶ ἑπτὰ δοκουσιν ἐπι δὲ τῆς ἀληθείας ἐλάττους εἰσιν ἢ Πλησιάδας πλησίον γὰρ κεῖνται . ἢ ὅτι πλείους δι αὐτας αἱ τῶν ωρῶν ἐπισημασίαι ἢ ὅτι πλειωνος ὅ ἐστιν ὲνιαυτου σημαντικαὶ χειμῶνα γὰρ καὶ θέρος διορίζουσι καθὸ ἐπιφέρονται καὶ δια μόνων αὐτῶν σημειοῦνται τὰς ἑωας ἐπιτολὰς πρὸς θέρος καὶ τὰς ἐσπερίους πρὸς ἄροτρον ὡς Ἡσίοδος Πληϊάδων Ἄτληγενέων ἐπιτελλομενάων . ἄρχεσθ’ ἀμήτοιο· ἀρότροιο δὲ δυσομενάων . τὰς δὲ Ἄτλαντας ἀτυχιας· κλαιούσας αὐτὰς φησιν ὁ Αἰσχυλος · Πλειαδων δὲ ἀνατολην ἑώαν ηλιου ὄντος ἐν διδύμοις . δύσις δὲ ἑώα κατ τὸν διάμετρον ἡλιου ὄντος Σκορπιῳ · Ταύρου δὲ ὄντος ἡλιῳ κατ τὸ εἰκός ἑκατέρωθι ἐπίφασις γίνεται· καὶ γὰρ τὸν προ ανατελλοντα κριον ἐπι πέντε ἡμέρας προκαταλάμπει καταρχας ἐγγὺς ὧν αὐτοῦ καὶ τοὺς προ ἀνατέλλοντας διδύμους ἐπ άλλας ἡμερας πέντε ὥσπερ τὸ ἔν τινι καιόμενον πῦρ θερμης ἀπόρροιαν ἔχει βραχεῖαν καὶ πρὸς τοὺς ἑκατέρωθεν . δια τοῦτο καὶ Ησίοδος ἔφη· αἱ δή τοι νύκτας τε καὶ ἥματα τεσσαράκοντα κεκρύφαται . δι ὅτι καταγάζονται ⁑image

msA, 18.168, commenting on 18.486 τό τε σθενος Ὠρίωνος · περιφραστικῶς τὸν Ωρίωνα , ὁ δε Ωρίων ἐστιν ἄστρον μέγιστον ἐν τῷ οὐνω κατηστερισμένον οὕτως Διὸς Ποσειδῶνος καὶ Ἑρμοῦ παῖς . Ὑριεὺς ὁ Ποσειδῶνος καὶ Ἀλκυόνης μιᾶς τῶν Ἄτλαντος θυγατέρων ῴκει μὲν ἐν Τανάγρᾳ τῆς Βοιωτιας φιλοξενώτατος δὲ γενώμενος ὑπεδέξατο ποτὲ καὶ θεούς . Ζεὺς γὰρ καὶ Ποσειδῶν καὶ Ἑρμης ἐπιξενωθεντες αὐτῷ καὶ τὴν φιλοφροσύνην ἀποδεξάμενοι παρῄνεσαν αἰτεῖν ὅτι ἂν βούλοιτο· ὁ δὲ ἄτεκνος ὢν ἠτήσατο παῖδα· λαβόντες οὖν οἱ θεοὶ τὴν τοῦ ἱερουργηθέντος αὐτοῖς βοὸς βύρσαν ἀπεσπέρμναν εἰς αυτὴν καὶ ἐκέλευσαν κρῦψαι καταγῆν καὶ μετα δέκα μήνας ἀνελέσθαι . ὧν διελθόντων ἐγένετο ὁ ουρίων ουτ ὀνομασθεὶς δια τὸ οὐρῆσαι ὥσπερ τοὺς θεοὺς ἔπειτα κατ ευφημισμὸν Ὠρίων συγκονηγετών δὲ οὗτος Ἀρτέμιδι ἐπεχείρισεν αὐτὴν βιασασθαι· ὀργισθεὶσα δὲ ἡ θεὸς ἄνεδωκεν ἐκ τῆς γῆς σκορπιον . ὃς αὐτὸν πλήξας κατ τὸν αστράγαλον ἀπεκτεινε . Ζεὺς δὲ συμπαθησας κατηστέρισεν αὐτὸν διὸ τοῦ Σκορπιου ἀνατέλλοντος Ὠρίων δύνει ἡ ϊστορία παρὰ Εὐφορίωνι ⁑image

msA, 18.169, commenting on 18.487 Ἀρκτον θ’ ἢν καὶ Ἁμαξαν εἰς ἰδιότητ Ἄμαξαν ἐψίλωσαν οἱ πρὸ ημῶν επεὶ ἡ συναλιφὴ οὕτως εὑρέθη τιλλέσθην ἐπ αμαξαι καὶ αἱ δ’ ὑπ αμάξησιν ὥσπερ καὶ τὸ ἅλυσις ἐκ τοῦ ἐναντίου ἐδασύνθη εἰς ἰδιότητα· Ἀττικοὶ μέντοι οἱ νεώτεροι τὴν ἅμαξαν δασύνουσιν ΐσως δια τὸν σχηματισμὸν καὶ δια τὸ φιληδεῖν τῇ δασείᾳ ἔνθεν παρ αυτοῖς καὶ ἡ συναλιφη δια δα καθημαξευμένα ⁑image

msA, 18.170, commenting on 18.487 ἄρκτοι δύο δείκνυνται ἐν τῷ βορείῳ κλίματι αὕτη τε ἡ μεγάλη ἡ καλουμένη καὶ Ἁμαξα δια τὸ εἰς ἁμαξης τύπον κατηστερίσθαι· καὶ ἡ ἐγγὺς ἐκείνης ἡ μικρὰ ἡ Κυνόσουρα καλουμένη δια τὸ ὡς κυνὸς ἔχειν ἀνακεκλασμενην τὴν ουρὰν ἧς Ὅμηρος μέμνηται ὡς ὕστερον εὑρεθείσης ὑπο Θαλοὺς τοῦ Μιλησιου ἑνὸς τῶν ἑπτὰ σοφῶν·image

msA, 18.171, commenting on 18.488 Ζεὺς , Καλλιστους τῆς Λυκαονος ερασθεὶς ἐμίσγετο αὐτῇ λανθάνων Ἥραν . ἐπιγνοῦσα δὲ ἡ θεὸς μετέβαλεν αὐτὴν εἰς ἄρκτον . καὶ ὡς θηρίον Ἀρτέμιδι προσέταξε τοξεῦσαι· Ζεὺς δὲ εἰς ουνον αὐτὴν ἀναγαγὼν πρώτην κατηστέρισεν· ἡ ϊστορία παρὰ Καλλιμαχῳ ⁑image

msA, 18.172, commenting on 18.489 ἥ τ’ αὐτοῦ στρεφετ στρέφεται ⁚ ἥτις περι τὸν ἀρκτικὸν καὶ ἀεὶ φανερὸν καλουμενον κύκλον ήτοι πώλον στρέφεται καὶ ἐπιτηρεῖ τὸν Ωρίωνα νεύουσα εἰς αυτὸν ὡς κυνηγέτην· βλέπει γὰρ ἡ μεγάλη ἄρκτος προς τὸ τοῦ Ωρίωνος ἄστρον· πολοι δὲ καλοῦνται τὰ άκρα τοῦ αξωνος περι ἃ ἀποτελεῖται καὶ στρέφεται ὁ κόσμος ⁑image

msA, 18.173, commenting on 18.490 οἴη δ’ ἄμμορός εστ , ἀντι τοῦ μόνη οὐ δύνει εἰς τὸν Ωκεανόν . αἱ γὰρ άρκτοι οὐ δύνουσιν οὖσαι ἐν τῷ ἀεὶ φανερῷ αἵ εισιν ἀμφότεραι τοῦ ἁπαντων καλουμένου πόλου ἀρκτικαί· μόνη οὖν δῆλον ὅτι τῶν κατηστερισμένων ἄμοιρος ἐστι τῶν Ωκεανου ρείθρων . καὶ οὐ καταδύεται ἐπεί τοι καὶ ἄλλα τινα . ἀειφανῆ ὅσα ὁ αρκτικός ἀποτέμνεται κυκλος . ἔστι δὲ ἥ τε Κυνόσουρα καλουμένη ἡ ἄρκτος καὶ ὁ δι αμφοτερων τῶν ἄρκτων δράκων καὶ ἡ χεὶρ τοῦ Βοώτου · μέχρη τὲ τοῦ Κιφεως τὰ ἀπο ϊξύως ἕως ποδῶν ⁑image

msA, 18.174, commenting on 18.490 ἐν δε δύω ποίησε πο · τινὲς δὲ εἰσιν αἱ δύο πόλεις· Ἀγαλλιας ὁ Κερκυραιος . Ἀριστοφάνει γνώριμος εῖπεν τὰς δύο πο , εῖναι Ἀθηνας καὶ Ἐλευσῖνα κατσκευάζων οὕτως · τὴν μὲν προτέραν ἐπει κατ γένεσιν τοῦ κόσμου πρωτ πόλις αἱ Αθηναι κατ δε τὴν φυσιν τῶν στοιχιων ὁ θς τὴν πο τειχοποιεῖ ἐπιφέρει δὲ γάμους καὶ ὑμεναίους ἐν Αθήναις ταυτα γὰρ πρωτον ἤχθη . αὐλούς τε ἐν τοῖς γάμοις , εὗρεν Ἀθηνᾶ δίκην τε ἐν τῆ πο . παρα γὰρ Ἀθηναίοις πρώτον ἐγένετο δικαστηριον ἐπι Αλιρροθίω τὸ Ποσειδῶν · οἱ δὲ ικασταὶ Ἀθήνῃσι μισθὸν λαμβάνουσι καὶ δια τουτ λέγει κεῖσθαι ἐν μέσῳ χρυσοῦ δύο τάλαντα· τὴν δὲ ἑτέραν πο οῦσαν τὴν Ἐλευσινα πτόλεμον δὲ ἔσχον Ἀθηναῖοι πρὸς Ἐλευσῖνας ὃν αὐτοῖς ἐπολέμησεν Εὔμολπος ὁ Ποσειδῶνος βοηθοί τε αὐτῆς εἰσὶν Ἄρης τε καὶ Ἀθηνᾶ . ὁ μὲν γὰρ χάρεις ἀποδιδοὺς ὅτι ἀπελύθη κριθεὶς ἐν Αρείῳ πάγῳ· ἡ δὲ ὅτι τῆς πο ὡς οικειας ἐκήδετο καὶ τὰ ἐπαγόμενα δὲ ἴδια Ἐλευσῖνος εὑρία τριπολος ἐπεί περ Ἐλευσῖνι πρῶτον καρποὺς δη μήτηρ ἔδωκεν . ἡ δὲ σταφυλῇσι μέγα βρίθουσαν ἁλῳην ἐπι Ϊκὰριῳ καὶ Διονύσῳ πορεία· ὁ δὲ ποικιλλόμενος χωρὸς Ἀριάδνης καὶ Θησέως ἕχει πραξεις ἰ̈διος δὲ καὶ ὁ τεχνίτης τῶν Αθηνῶν Ἥφαιστος . Ἐριχθωνιῳ γὰρ τῷ υἱῷ χαριζόμενος βασιλεύοντι τῶν Ἀθηνῶν τὴν τοι αύτων κατασκευὴν παρεισήγαγε τὸν Άρειον παγον ἑρμηνεύει τὸν ϊερὸν κύκλον οἱ δὲ δικασταὶ Ἀθηνων · δια ποίαν δὲ αετιαν μονος ὁ Ὠκεανὸς ποταμὸς οὐ πάρεστι τῇ ἐκκλησιᾳ τῶν θεῶν· ῥητεον δὲ ὅτι ἐπεὶ συνεκτικὸν ἔχει τὸ τοῦ κόσμου ῥεῦμα· φησὶ γὰρ Ὠκεανὸς ᾧ πάσα περίρρυτ ἐνδέδεται χθών ⁑image

msA, 18.175, commenting on 18.493 πολὺς δ’ ὑμέναιος , ἐξῆπτο διεγήγερτο πλείστη γαμήλιος ὠδή . τὸν δὲ ὑμεναιον ετυμολογοῦσιν οἱ μεν ἀπο του μαίειν ὁμοῦ τον νυμφιον καὶ τὴν νύμφιον · ἄλλοι δὲ φυσικῶς ἐπεὶ ὑμν ἐστιν ὁ ρηγνύμενος ἐν τη τον παρθένων δια κορήσει . οἱ δὲ ὅτι Ὑμέναιός τις Ἀργεῖος παραπλεών τας Ἀθηνας κατέλαβεν Ἀττικὰς παρθένους ἀσπαζομένας ὑπο Πελασγῶν τινων αἷς ἐπιφανεὶς αἴτιος ἐγένετο του μὴ βιασθῆναι· ἀποδιώξας τοὺς Πελασγούς . δια τοῦτο οὖν αἱ νομίμως γαμούμεναι ὥς ἐπι καλούμεναι αὐτον ὕμνον τινα ἔλεγον εἰς αὐτον ὃν ἐκάλουν ὑμέναιον . ⁑image

msA, 18.176, commenting on 18.497 ἐνθάδε νεῖκος ὀρώρει ἐφιλονείκουν ἠμφισβήτουν δικαστηριον γὰρ εἰσάγει δύο τινῶν ἀνδρῶν ὁ μὲν εἰσκαλούμενος ἐδώκει λὺτρα ἀποδεδωκέναι ὑπερ τοῦ πεφονευμένου ἐπιτίμια· ὁ δὲ ἐγκαλῶν ἔλεγε μηδὲν εἰληφέναι δύο δὲ τάλαντ χρυσίου κατέθεντο , ὥστε τὸν ἀποδείξαντ τὸ ἀληθσὲ λαβεῖν ἀμφότερα ποινῆς οὗν λέγει τῆς καλουμένης παρα τοῖς Ἀττικοῖς ὑποφονιων ἃ ἐδίδωσαν τοῖς οικείοις τῶν ἀνηρημένων οἱ ἀνελόντες · λέγεται δὲ καὶ κοινῶς πᾶσα ἀντέκτισις ποινη ⁑image

msA, 18.177, commenting on 18.501 ἐπι ΐστορι⁚ μάρτυρι ἠ κριτῇ ἀπο τοῦ είδω εἴσω ἵστωρ ἐλλείψαντος τοῦ ε ἐπεὶ τῷ ϊ τὸ στ ἐπεφέρετο ὡς ἐν τῷ ἱστῷ ἱστίον ἵστημι ὅθεν καὶ δασύνεται ἐπεὶ τὸ ϊ προ τοῦ στ μόνου δασύνεται πρόσκειται τὸ στ μόνου ἐπεὶ τὸ Ἴ̈στρος ψιλοῦται ⁑image

msAext, 18.11, commenting on 18.490 ** ** πολις διὰ τ ιει παντ βο image

msAil, 18.22, commenting on 18.489@ἄμμορός ἀμέτοχοςimage

msAil, 18.23, commenting on 18.498@ποινῆς τῶν υπφωνίωνimage

msAil, 18.24, commenting on 18.501@ἑλέσθαι παρα Ζηνδ αρεσθαιimage

msAil, 18.25, commenting on 18.502@ἐπήπυον τὸ ναὶ και τὸ οὐimage

msAim, 18.50, commenting on 18.481 ἒν εστ τὸ αὐτοῦimage

msAim, 18.51, commenting on 18.485 ὡς τείχεα τείρεα ⁑image

msAim, 18.52, commenting on 18.492 Ζηνοδ ἐς θαλαμους καὶ εστ οὑκ απίθανος ἡ γραφη ⁑image

msAim, 18.53, commenting on 18.495 οτ ενθ δὲ μονον καὶ ἐν τῆ μέμνηται αὐλῶν ⁑image

msAim, 18.54, commenting on 18.499 βραχ διασταλτέον ἐπι τὸ αποδοῦναι ἐν γαρ τῷ δήμῳ ἐλεγεν παντ ἀποδεδοκέναι οὐ τῷ δημῳ παραδεδωκέναι ⁑image

msAim, 18.55, commenting on 18.502 παρα Ζηνοδοτ και Ἀριστοφα ἀμφοτερωθ ἡ Μασσαλιωτικη ἀμφοτέρωθ ἐπίπνυον αμφις αρωγοι ⁑image

msAint, 18.38, commenting on 18.485 Ζηνοδ οὐρανὸν ἐστηρικται Αριστ ουρανὸν εστεφάνωκε ⁑image

msAint, 18.39, commenting on 18.489 ὡς προς τὰ προειρημε ἄστρα ἐπεὶ καὶ αλλα εστι μη δύνοντ ⁑image

msAint, 18.40, commenting on 18.492 οτ ἡ υπ αντ τῆς μετ μετὰ δαϊδων Αρχιλοχο ᾀδων ὑπ αυλητηρος καὶ προς το ἀρχαῖον ἐθος , οτ οἱ νυμφίοι τὰς νύφας μετ δαΐδων παρελαμβάνοντ ⁑image

msAint, 18.41, commenting on 18.501 τὸ τελος τῆς δίκης οἱ δικασταὶ ετίθεντο ωστε τὸν παρέχοντ μαρτυρίαν νικᾶν ⁑image

msAint, 18.56, commenting on 18.496 ὅτι ἐθεοντ οὐκ εξεπληττοντ ⁑image

msAint, 18.57, commenting on 18.499 παρα Ζηνοδ αποκταμενου καὶ ἐν ταῖς πλείσταις καὶ εστ οὐκ απιθανος ἡ γραφή ⁑image

msAint, 18.58, commenting on 18.500-18.502 οτ οἱ περιεστῶτες εκατέρωθεν πρὸς ἐφθέγγοντο καὶ ὅτι τοῦτ έστι τῷ δήμῳ πιφράσκων φανερὸν ποιῶν τῷ όχλῳ ⁑image