Manuscript msA, page 249r
| prev: 248v | next: 249v |
18.505 σκῆπτρα δὲ κηρύκων ἐν χὲρσ’ ἔχον ἠεροφώνων·1
18.506 τοῖσιν ἔπειτ’ ἤϊσσον· ἀμοιβηδὶς δὲ δίκαζον·1, 2, 3, 4, 5
18.507 κεῖτο δ’ ὰρ ἐν μέσσοισι δύω χρυσοῖο τάλαντα .1
18.508 τῷ δόμεν . ὃς μετα τοῖσι δίκην ἰ̈θύντατα εἴποι·
18.509 τὴν δ’ ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ εἵατο λαῶν1
18.510 τεύχεσι λαμπόμενοι· δίχα δέ σφισιν , ἥνδανε βουλὴ .1
18.511 ἠὲ διαπραθέειν , ἢ ἄνδιχα πάντα δάσασθαι·
18.512 κτῆσιν . ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἔέργεν·1, 2
18.513 οἳ δ’ οὔ πω πείθοντο· λόχῳ δ’ ὑπεθωρήσσοντο·1
18.514 τεῖχος μέν ῥ’ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα
18.515 ῥύατ’ ἐφεσταότες . μετὰ δ’ ἀνέρες οὓς ἔχε γῆρας·1
18.516 οἳ δ’ ἴ̈σαν . ἦρχε δ’ ἄρά σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη .
18.517 ἄμφω χρυσείω· χρυ̋σεια δὲ εἵματα έσθην·
18.518 καλὼ καὶ μεγάλω . σὺν τεύχεσιν . ὥς τε θεώ περ .
18.519 ἀμφὶς ἀριζήλω· λαοὶ δ’ ὑπ’ ολίζονες ἦσαν·1, 2
18.520 οἱ δ’ ὅτε δή ῥ’ ΐκανον ὅθί σφισιν εῖκε λοχῆσαι .1
18.521 ἐν ποταμῷ . ὅθι τ’ ᾱρδμὸς ἔην πάντεσσι βοτοῖσιν .1, 2, 3
18.522 ἔνθ’ ἄρα τοί γ’ ΐζοντ’ εἰλυμένοι αἴθοπι χαλκῷ·
18.523 τοῖσι δ’ ἔπειτ’ ἀπάνευθε δύω σκοποὶ εἵατο λαῶν .
18.524 δέγμενοι . ὁππότε μῆλα ἰ̈δοίατο καὶ ἔλικας βοῦς·
18.525 οἱ δὲ τάχα προγένοντο . δύω δ’ ἅμ’ ἕποντο νομῆες
18.526 τερπόμενοι σύριγξι· δόλον δ’ οὔ τι προνόησαν·1, 2
18.527 οἱ μὲν τὰ προϊδόντες ἐπέδραμον· ὦκα δ’ ἔπειτα
18.528 τάμνοντ’ ἀμφὶ βοῶν ἀγέλας . καὶ πώεα κᾱλὰ1
18.529 ἀργεννῶν , ὀΐων· κτεῖνον δ’ ἐπὶ μηλοβοτῆρας·
msA, 18.178, commenting on 18.506 ‡ τοῖσιν ἔπειτ’ ἤϊσσον ὅτι καὶ οἱ δημηγοροῦντες καὶ οἳ δικάζοντες σκῆπτρα ἐλάμβανον καὶ ἐν · στῆ δὲ μέσῃ ἀγορῇ σκῆπτρον δέοι ἔμβαλε χειρί ⁑
msA, 18.179, commenting on 18.506 ἔπειτ’ ἤϊσσον⁚ ἤτοι ἐξώρμων συν τοῖς σκήπτροις ἄλλος ἐν ἄλλο τόπῳ· ἠ ἀριστάμενοι ἔφερον τὴν ψῆφον ⁑
msA, 18.180, commenting on 18.506 αμοιβηδις δε δίκαζον ἤτοι ἐκ διαδοχῆς οἱ δικασταὶ ἐκαθέζοντ παρα μέρος τὸ ἓν πράγμα δικάζοντες καὶ ἕκαστος τὸ καθ εαυτὸν ἐν μέρει ἀπεφαίνετο· τὸ δὲ αμοιβηδις , κατ οξεῖαν τάσιν· εἴρηται δὲ περὶ τῶν εἰς δίς ληγόντων ῥηματων ⁑
msA, 18.181, commenting on 18.507 κεῖτο δ ὰρ ἐν μέσοισι ἤτοι τοσοῦτον δικαστικὸν ὑπιχνοῦντο . ἀλλ επεὶ ἀπίθανόν ἐστιν ἄμεινον κατα τῶν κρινομενων τῷ φανέντι ψευδομένῳ ἐπικλάσαι δύο τάλαντα , ἐπιδοῦναι τῷ τα ἰθῦντα εἰπόντι ⁑
msA, 18.182, commenting on 18.509 τὴν δ’ ετερην πο ⁚ ἐν στράτευμα νοητεον εἰς δύο διῃρημενον πολιορκία γαρ ἢν καὶ οὐ παιδία ἡ μάχη . ἡ δύο στρατοὺς τὸν ἐν τῇ πο καὶ τὸν ἐπελθόντα φησιν ⁑
msA, 18.183, commenting on 18.510 δίχα δέ σφιν ἵνδανε βουλῇ· σημειοῦνται ὅτι οἱ ἐπιστρατεύσαντες πο τινι καὶ μετα σπονδῶν ἁπαλλασσόμενοι· ἐλάμβανον παρα τῶν πολεμουμένων τὸ ἤμισυ τῶν εν τη πο κτηουματων ⁑
msA, 18.184, commenting on 18.512 κτῆσιν όσην⁚ πρὸς τὸ ἀρχαιον ἔθος ὅτι οἱ πολιορκούμενοι ἐξίστασαν τοὺς πολεμίους ἐπιμεριζόμενοι τὰ κτήματα ⁑
msA, 18.185, commenting on 18.514-18.515 τεῖχος μέν ρ’ ἄλοχοι τε φίλαι καὶ νηπ τέκνα ῥύατ’ ἐφεσταῶτος · Παρμενισκος τοῖς ἑξῆς συνάπτει τὸ ἐφεσταότες ἐπεὶ σολοικοφανὲς φησὶ τέκνα ἐφεσταότες καὶ ἄλοχοι· εἰ δὲ εν τοῖς τέκνοις εἰσὶ καὶ ἁ ἄρρενες τί κωλύει πρὸς τὸ σημαινόμενον αυτὸν ἀπηντηκέναι , ὡς καὶ ἐπ άλλων μυρίων . νεφέλη δέ μιν ἀμφιβέβηκε τὸ μὲν οὔ ποτ’ ἐρώει νωμῆσε βῶν τό μοι ἐστὶν οὕτως καὶ ἐνθαδε εσταότες παιδες ⁑
msA, 18.186, commenting on 18.514-18.515 τὸ εφεσταότες προς τὸ ἀνέρες καὶ δύναται παραπλησιόν τι τῷ Ἀλκμανικῷ πεπονθέναι σχήματ ἔνθα μὲν εἰς Αχέροντα Πυρὶφλεγέθον τε ῥέουσι Κωκυτός θ η δέ κ’ Ἄρης ἄρχωσι μάχης · διαφε δὲ τοῦ Ἀλκμάνικου . ῆ εκεῖνο μὲν τοῖς κατ αριθμὸν σχήμασιν ὑποπίπτει ⁑
msA, 18.187, commenting on 18.514-18.515 τοῦτο δὲ τοῖς παρα γενος ὑπερβατῷ· δὲ ἀμφότεροι λύεται ⁑
msA, 18.188, commenting on 18.519 αμφὶς αριζήλω λαοὶ δ’ ὑπ ολίζονες ἦσαν· προπαροξυτονητεον πρόδηλον κακ τοῦ παρακειμένου οὐδετέρου οὐδεν όλιζον ἑξομαι εἴγε ὁμοτονεῖ τοῖς ουδετέροις ἀεὶ τὰ ἀρσενικὰ κατ τὸ τελος κατ τὴν ἡμετέραν διάλεκτον ενὸς ἀντικειμένου τοῦ εν δια τὸ μὴ δύνασθαι περισπωμε ἐπι βραχείας εῖναι τὰ δὲ παραδείγματα ἄφθονα ἐπι πάσης κτλήξεως εχούσης παρασχηματισμὸν οὐδετέρου μέλας μέλαν τάλας τάλαν πᾶς πᾶν ευμήκης ευμῆκες ταχύς ταχυ · φίλος φίλον . σώφρων σώφρον ὅθεν εἰ οὕτως ἀνεγνωμεν οὐδὲν ολιζον ἕξομεν καὶ τὸ ολίζων βαρύνειν ὀφείλομεν καὶ γὰρ οὐδεποτε τοῖς εἰς ων ὀξυνομένοις ὀνόμασι παράκειται οὐδετέρου παρασχηματισμός τοῖς μέντοι βαρυνομένοις σῶφρον τλῆμον εἰ δε παράκειται τὸ ὀλίζν δηλονότι καὶ τὸ ἀρσενικὸν βαρύνεται· ἐσχημάτισται δὲ συγκριτικῶς κατα πάθος παρα γὰρ τὸ ολιγώτερος κατ δευτερον τύπον τὸ ὀλιγίων μὴ ειρημενον συγκριτικῶς ὑπερθετικῶς δὲ ἐν τῷ ὀλίγιστος ἐξέπϊπτε τρίτος τύπος ὁ δια δύο σσ ὀλίσσων τὰ δε δύο σσ μετέπεσεν εἰς τὸ καὶ ἀπετελέσθη τὸ ὀλίζον οὕτως οὖν ἐσσχηματίσαμεν καὶ τὸ μεῖζον λέγω δὲ κατ τὴν αὐτὴν τροπὴν τῶν στοιχείων ⁑
msA, 18.189, commenting on 18.521 αρδμος⁚ εκτατέον τὴν πρώτην συλλαβὴν τοῦ ἀρδμός · ἐπεὶ καὶ τὸ ἄρδω ἔχει ἐκτεινόμενον τὸ α τὸν νοῦν ἵν’ ἄρδω καὶ λέγω τί δεξιὸν · οὐχ ὅσα μέντοι ἐν ρήμασιν ἔκτασιν ἔχει καὶ ἐν ονόμασιν παρα γὰρ τὸ άσσω καὶ κατάσσω καὶ μέλλοντα τὸν άξω και προστακτικὸν τὸ ἄξον δη ἔγχος Διομήδεος ἡ ἀξίνη συστελλε τὸ α , παρά τε τὸ ἀρῶ καὶ ἀρῶμαι εκτείνομεν ὄνομα Ἀρήν · πισσοκονίας ἀρὴν Κρατῖνος ⁑
msA, 18.190, commenting on 18.526 τερπόμενοι σύριγξι ἤτοι ἐπεὶ ἀνύποπτον ῆν τὸ εν τῷ πολέμῳ λοχὰν ἠ καὶ δια τὴν τερψιν τῶν συρίγγων ⁑
msAil, 18.26, commenting on 18.512@ἔέργεν ει
msAil, 18.27, commenting on 18.520@εῖκε ἐνεχώρει
msAil, 18.28, commenting on 18.521@ᾱρδμὸς ποτισμός
msAil, 18.29, commenting on 18.521@βοτοῖσιν βοσκήμασι
msAim, 18.56, commenting on 18.505 ὧν ἡ φωνη μέχρι τοῦ ἐμφανοῦς ἱκνειται ὃ ἐν ἄλλῳ φωνη δέ οἱ αιθερ ΐκανε ⁑
msAim, 18.57, commenting on 18.506 Αρισταρχος ἀμοιβηδὸν ὡς κλαγγηδὸν , κατ τάξιν τῆς ηλικίας· αἱ Αριστ ⁑
msAim, 18.58, commenting on 18.528 παρα Ζηνοδ πῶυι μεγ οιων ⁑
msAint, 18.42, commenting on 18.506 κατέσειον ἐπι τὸ σιωπῆσαι⁚ ⁑
msAint, 18.43, commenting on 18.513 οἱ ένδν
msAint, 18.44, commenting on 18.515 κατ κοινοῦ τὸ ρύατο ⁑
msAint, 18.45, commenting on 18.519 οτ άπαξ κέχρηται τῇ λέξει καὶ σημαίνει ολίγοι ⁑
msAint, 18.46, commenting on 18.526 Αρισφ δυικῶς τερπομέ ⁚