Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 249v

Manuscript msA, page 249v

image

prev: 249r next: 250r

Iliad text

18.530 οἱ δ’ ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶν .image1

18.531 εἰράων προπάροιθε καθήμενοι· αὐτίκ’ ἐφ ἵππωνimage1, 2

18.532 βάντες ἀερσιπόδων . μετεκίαθον· αῖψα δ’ ΐκοντο·image

18.533 στησάμενοι δ’ ἐμάχοντο μάχην ποταμοῖο παρ’ ὄχθας·image

18.534 βάλλον δ’ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν·image

18.535 ὲν δ’ Ἔρις ὲν δὲ Κυδοιμὸς ὁμίλεον· ὲν δ’ ὀλοὴ Κὴρ .image

18.536 ἄλλον ζωὸν ἔχουσα , νεούτατον· ἄλλον ἄουτον·image

18.537 ἄλλον τεθνειῶτα . κατα μόθον ἕλκε ποδοιϊν·image1

18.538 εἷμα δ’ ἔχ’ ἀμφ’ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν·image1, 2

18.539 ὡμίλευν δ’ ὥς τε ζωοὶ βροτοὶ ἠδ’ ἐμάχοντο·image

18.540 νεκρούς τ’ ἀλλήλων ἔρυον κατατεθνειῶτας ·image1, 2, 3

18.541 ὲν δ’ ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουραν .image

18.542 εὐρεῖαν . τρίπολον· πολλοὶ δ’ ἀροτῆρες ἐν αυτῇimage1

18.543 ζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα·image

18.544 οἱ δ’ ὁπότε στρέψαντες ϊκοίατο τέλσον ἀρούρης .image

18.545 τοῖσι δ’ ἔπειτ’ ἐν χερσὶ δέπας μελιηδέος οἴνουimage

18.546 δόσκεν ἀνὴρ ἐπιὼν . τοὶ δὲ στρέψασκον ἀν όγμους .image

18.547 ἱ̈έμενοι νειοῖο βαθείης τέλσον ἱ̈κέσθαι·image1, 2

18.548 ἡ δὲ μελαίνετ’ όπισθεν . ἀρηρεμένῃ δὲ ἐῴκειimage1

18.549 χρυσείη περ ἐοῦσα . τὸ δὴ περὶ θαῦμα τέτυκτο·image1

18.550 ὲν δ’ ἐτίθει τέμενος , βασιλήϊον· ἔνθα δ’ ἔριθοιimage1, 2, 3, 4

18.551 ἥμων . ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες·image

18.552 δράγματα δ’ ἄλλα μετ’ ὄγμον ἐπήτριμα πίπτον ἔραζε .image1

18.553 ἄλλα δ’ ἀμαλλοδετῆρες , ἐν , ελλεδανοῖσι δέοντο·image1, 2

18.554 τρεῖς δ’ ὰρ ἀμαλλοδετῆρες ἐφέστασαν· αὐτὰρ ὄπισθεimage

Scholia text

msA, 18.191, commenting on 18.531 εἰράων προπάροιθε⁚ ὅτι είρᾱς λέγει τὰς αγορὰς σχηματίζων ἀπο τοῦ ειρεῖν ὅ ἐστι λέγειν ⁑image

msA, 18.192, commenting on 18.538 δαφοινεόν· ὀξύνεται ἐπι γὰρ τῶν εἰς ος ὀνομάτων ὁ πλεονασμὸς τοῦ ε φυλάσσει τὴν ἐπι τέλους ὀξεῖαν· κενὸς κενεός ἀδελφὸς ἀδελφεός ⁑image

msA, 18.193, commenting on 18.540 νεκρούς τ’ ἀλλήλων⁚ ὅτι ἐπι τῶν τοιούτων τόπων οἱ γλωσσογράφοι νεκροὺς τοὺς νέους ὑπέλαβον λέγεσθαι ⁑image

msA, 18.194, commenting on 18.547 νειόν⁚ τὴν λεγομένην νεατὸν ὅ ἐστιν ὅ εστιν ἡροτριασμένην ἁπαλὴν καὶ διακεχυμένην· ὡς γὰρ νέα φαίνεται ἡ τοιαύτη ⁑image

msA, 18.195, commenting on 18.547 τέλεον ϊκεσθαι⁚ βαρυτόνως ὡς μέτρον ἐγένετο δὲ παρα τὸ τέλος ἐν ὑπερθέσει τοῦ σ καὶ προσόδῳ τοῦ ν ⁑image

msA, 18.196, commenting on 18.548 ἣ δε μελαίνετ’ ὄπισθεν· κατα γὰρ τὴν διαβολὴν τῶν βώλων μελανοῦται ἡ γῆ σκιὰν οὖν εἰκὸς ἐγκεῖσθαι τῷ χρυσῷ ⁑image

msA, 18.197, commenting on 18.550 ἐν δ’ ετίθει τέμενος⁚ ὅτι τὸν ἀποτετμημενον τόπον τεμέρος λέγει ⁑image

msA, 18.198, commenting on 18.550 ἔριθοι⁚ νῦν ἐργὰται γεωργοι , παρα τὴν έραν τὴν γῆν ἢ παρα τὸ ἐρίζειν ἐν τῷ έργω· ἔριθοι δὲ κυρίως οἱ εριουργοί , καταχρηστικῶς δὲ και οἱ μισθοῦ ἐργαζόμενοι ⁑image

msAext, 18.12, commenting on 18.531 ** ** ϊράων image

msAext, 18.7, commenting on 18.550 ** ** βαθυλήϊον image

msAil, 18.30, commenting on 18.540@κατατεθνηῶτας ηimage

msAil, 18.31, commenting on 18.542@τρίπολον τρὶς ἐστραμμένηνimage

msAil, 18.32, commenting on 18.552@ἐπήτριμα πυκνάimage

msAil, 18.33, commenting on 18.553@ἐλλεδαμοῖσι τοῖς δεσμοῖςimage

msAim, 18.59, commenting on 18.530 οἱ εν τῆ πο οὓς προέπεμψαν ⁑image

msAim, 18.60, commenting on 18.537 Αριστ τεθνῃωτ ⁑image

msAim, 18.61, commenting on 18.540 Αρισταρχ διὰ τ η ⁑image

msAim, 18.62, commenting on 18.549 ουτ Ἀρίσταρχ τέτυκτο Ϊακῶς ⁑image

msAim, 18.63, commenting on 18.553 παρα τὸ ἐνειλεῖσθαι ἐν αυτοῖς τοὺς πυρούς ⁑image

msAint, 18.47, commenting on 18.538 ἐν τῇ Μασσαλέωτικῆ είμα τ’ ἔχε ⁑image

msAint, 18.48, commenting on 18.550 γρ τέμενος βαθὺ λήϊον ⁑image