Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 24r

Manuscript msA, page 24r

image

prev: 23v next: 24v

Iliad text

1.602 δαίνυντ’· οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·image1

1.603 οὐ μὲν φόρμιγγος περικαλλέος , ἣν ἔχ’ Ἀπόλλων ·image

1.604 Μουσάων θ’ , αἳ , ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ·image1

1.605 αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο·image1

1.606 οἱ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος·image1

1.607 ᾗχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήειςimage1, 2, 3, 4

1.608 Ἥφαιστος ποίησεν ϊδυίῃσι πραπίδεσσι·image1, 2, 3

1.609 Ζεὺς δὲ πρὸς ὃν , λέχος ἤϊ’ Ὀλύμπιος ἀστεροπητής ,image1, 2

1.610 ἔνθα πάρος κοιμᾶθ’ ὅτε μιν γλυκὺς ὕπνος ἱ̈κάνοι·image

1.611 ἔνθα κὰθεῦδ’ ἀναβὰς , παρ δὲ χρυσόθρονος Ἥρη .image1, 2

2.1 Ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶimage1

2.2 εὗδον παννύχιοι : Δία δ’ οὐκ έχε , νήδυμος ὕπνος :image1, 2

2.3 ἀλλ’ ὅ γε μερμήριζε κατα φρένα : ὡς Ἀχιλῆα image

2.4 τιμήσῃ : ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν :image1, 2, 3

2.5 ἧδε , δέ οι κατα θυμὸν ἀρίστη φαίνετο βουλῆ :image1, 2

2.6 πέμψαι ἐπ’ Ἀτρείδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον .image1, 2, 3

2.7 καί μιν φωνήσας ἔπεα πτερόεντα προσῆυδᾱ :image

2.8 βάσκ’ , ἴ̈θι οὖλε ὄνειρε θοὰς ἐπι νῆας Ἀχαιῶν .image1, 2, 3

2.9 ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρείδαο .image

2.10 πάντα μάλ’ ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω :image1, 2

Scholia text

msA, 1.1494, commenting on 1.602 δαίνυντ’ οὐδέ τι θυμὸς βραχὺ διασταλτέον κατὰ τὸ τελ τοῦ στίχου καὶ ἐν τῷ ἑξῆς κοινὸν εἶναι τὸ ἐδευετο ⁑image

msA, 1.1496, commenting on 1.606 οἱ μὲν κακκείοντες ἔβαν ὅτι οἱ θεοὶ καὶ οἱ ανοι κατὰ τὸν ποιητὴν ἀναλύουσιν οἴκαδε καὶ κοιμῶνται· πρῶτος δὲ Ὅμηρος ἔδωκε τοῖς ἀπο τῶν μαθητῶν εἰρηκὼς ἕκαστον τῶν θεῶν ἴδιον οἶκον ἔχειν ⁑image

msA, 1.1497, commenting on 1.607 ἀμφιγυήεις ὁ ἀμφιγυήεις τοῦ ἀμφιγυήεντος διότι τὰ εἰς ης λήγοντα ἀρσενικὰ δια τοῦ εντος κλίνεται· οἷον τολμήεις τολμήεντος τελήεις τελήεντος · οὕτως ἀμφιγυήεις ἀμφιγυήεντος ⁑image

msA, 1.1500, commenting on 1.611 ἔνθα καθεῦδ’ ἀναβὰς ὅτι Ζηνοδοτος γράφει ἔνθ’ ἐκάθευδ’ ἀναβάς τὸ δε καθεῦδε προπερισπᾶται· ὅτι τὰ ἀπο φύσει μακρᾶς ἀρχόμενα ῥήματα κατα τοὺς παρῳχημένους χρόνους ἐν οριστικοῖς ἀπαθῆ ὄντα φυλάσσει τὸν τόνον ἐν τῇ συνθέσει· εἶχον κατεῖχον , ὅθεν εἰ εὗδε δ’ ἀνακλιθεὶς , δηλονότι καθευδεν ὁμοτόνως ὀφείλομεν προφέρεσθ ⁑image

msA, 1.1501, commenting on 1.611 χρυσόθρονος επειδὴ τὰ προς τῷ αἰθέρι μέρη τοῦ ἀέρος γειτνιῶντα τῷ ἡλίῳ πυρώδη ἐισίν ὁ γὰρ ποιητὴς ἀλληγορῶν τὸν χρυσὸν λαμβάνει ἐπι τοῦ πυρός ⁑image

msA, 2.1, commenting on 2.1 ἄλλοι μέν ῥα ὅτι ζηνοδ γράφει ὦλλοι ὁ δὲ ποιητὴς ἀσυνάρθρως ἐκφέρει : διδάσκει δὲ ὅτι καὶ θεοῖς πρὸς σκέψιν εὔθετον νύξ τούς τε ἄρχοντας οὓς παννυχίζειν δεῖ καὶ παντὶ τρόπω τὰς ὑποσχέσεις πληροῦν·image

msA, 2.2, commenting on 2.2 παννύχιοι πῶς εν τῆ εἰπὼν τὸν δία καθεύδειν : νῦν φησὶ δία δ’ οὐκ έχε , νήδυμος ὕπνος : λεγομεν δὲ ἡμεῖς ὅτι ἐκαθευδε μὲν ἀλλ’ ἐπ ολίγον ἐκαθεύδησεν καὶ οὐ δια πάσης τῆς νυκτὸς ὡς οἱ ἄλλοι μεριμνῶν ⁑image

msA, 2.3, commenting on 2.2 εὖδον παννύχιοι ὅτι τὸ νήδυμος μετα τοῦ ν καὶ οὐχὶ ἥδυμος ὡς ἔννιοι παρα τὸ ἡδύς ὡς δηλον εκ τοῦ νήδυμος ἀμφιχυθείς : οἱ δὲ μεθ’ Ὅμηρον καὶ χω τοῦ ν λέγουσι : καὶ Ἀντίμαχος : ἐπεί’ ῥά οι ἥδυμος ἐλθών καὶ Σιμωνίδης . οὗτος δέ τοι ἥδυμον ὕπνον ἔχων . ἵσως οὖν ἐνόμισαν ἀπο τοῦ ἡδὺς εἶναι παράγωγον τὸ ἥδυμος ὡς ἔτυμος ἐτήτυμος ὁ δὲ ποιητὴς ἐπι τοῦ ἀνεκδύτου τίθησι τὴν λέξιν . καὶ δῆλον ὅτι παρὰ τὸ : δύω ἢ δύνω ἐξεπίπτε ῥηματικὸν τὸ δυμος καὶ κατα στερήσιν τοῦ νη ὁ νήδυμος ἐγίνετο : ὅθεν καὶ οἱ δίδυμοι δύο εκ μιᾶς καταδυσεως τῆς γαστρός καὶ οὐ παρὰ το ἡδύς : λέξις γὰρ δασυνομένῃ οὐ συντίθησι τὸ νη οἱ δὲ ὃν οὐ δυνατὸν ἀποδύσασθαι ἠ ὁ βαθὺς παρὰ τὴν νηδύν ἢ ὁ ἀνώδυνος ⁑image

msA, 2.4, commenting on 2.4 τιμήσῃ· ὀλέσει δὲ ὅτι Ζηνοδοτος γράφει πολὺς μόνα δὲ τὰ εἰς υς μονογενῆ δύναται παρὰ τὴν ἔκτασιν ἠ συστολὴν ἑνικὰ καὶ πληθυντικὰ γίνεσθαι . οἷον βότρυς ι βότρυς ⁑image

msA, 2.5, commenting on 2.4 τιμήσει . τοῦτο εὐκτικόν τὸ δὲ ἑξῆς ὑποτακτικόν ὡς τὸ χόλον τελέσει Ἀγαμέμνων στικτέον δὲ ἐν τῷ νηυσὶ μόνους γὰρ τούτους ἀνελεῖν ἤθελεν , διό φησιν ὑπερ αῖς ἀν Ἀχαιοὶ φέρτεροι ἦσαν ὥστε διωχθῆναι μέχρι νηῶν ⁑image

msA, 2.6, commenting on 2.5 ἧδε δέ οι κατα θυμον· πολλὰ προσκεψαμενος ταύτην εὗρε χρειώδη βουλήν ἔστι δὲ ὡς τὸ ἕτερος δέ με θυμὸς ἀνηκεν , αἱ δευτεραι φροντίδες σοφώτεραι ⁑image

msA, 2.8, commenting on 2.6 οὖλον ὄνειρον· δηλοὶ ἡ λεξις καὶ τὸν προσηνῆ καὶ τὸν λόκληρον ὡς ἐν ὀδυσσείᾳ φησὶν οὗλον ἄρτον ἑλών : δηλοὶ δὲ καὶ τὴν τῶν τριχῶν διαστροφήν : οὖλον δὲ ὄνειρον οὐκ αυτὸν ὀλέθριον ὄντα ἀλλα τὸν ἐπ’ ὀλέθρω πεμπόμενον , ἢ οὖλον τὸν ὑγιῆ ὥσπερ λέγεται οὐλὴ τραύματος : σημαίνει δὲ ἡ λέξις καὶ τὸ ὑγιαινε οὔλε τε καὶ μέγα χαίρεται . θεοὶ δέ τε ὄλβια δοῖεν ⁑image

msA, 2.9, commenting on 2.8 βασκ’ ἴθι· στικτέον κατα τὸ τελος περίοδον γὰρ αὐτοτελῆ ὁ στίχος ἔχει καὶ τὸ πρέπον τῆς ἐγκελευσεως δια τοῦ ἀσυνδέτου φαίνεται ⁑image

msAil, 1.1504, commenting on 1.605 περίφρασιςimage

msAil, 1.1505, commenting on 1.607 ενθα όπουimage

msAil, 1.1506, commenting on 1.607 ἀμφοτέροις τοῖς γύοις ὁ έστι τοῖς ποσυὶ χωλός ⁑image

msAil, 1.1507, commenting on 1.608 εμπείροιςimage

msAil, 1.1508, commenting on 1.608 φρεσὶ διανοίαιςimage

msAil, 2.16, commenting on 2.4 ὡς αχέαςimage

msAil, 2.17, commenting on 2.10 προστάσσωimage

msAim, 2.10, commenting on 2.1-2.2 απο κοινοῦ τὸ παννύχιοι ⁑image

msAim, 2.11, commenting on 2.5 βραχὺ διασταλτέον κατα τὸ τέλος μέρος γὰρ κατα τὸ επιφερόμε τῆς περιοδου ⁑image

msAim, 2.12, commenting on 2.10 ὅτι απαρεμφάτῳ χρηται αντι προστακτικοῦ αγορευεμεν αντι τοῦ ἀγόρευε ⁑image

msAint, 1.1503, commenting on 1.607 Ἀρισταρχος τὸ ῇχι χω τοῦ ϊ γράφει καὶ Διονύσιος παρατίθεται δὲ ὁ Διονυσιος τοὺς Δωριεῖς λέγοντας ᾶχι ⁑image

msAint, 2.13, commenting on 2.3-2.4 βραχὺ διασταλτέον μὲτὰ τὸ φρένα καὶ τιμήσει ⁑image

msAint, 2.14, commenting on 2.6 ὅτι οὐ τὸν μαλακόν ἀλλα τὸν ὀλέθριον , πέμπεται γὰρ ἐπ απίστῳ καὶ κακῶ ⁑image

msAint, 2.15, commenting on 2.8 ὅτι παραλήλως βάσκε καὶ ἴθι ἰσοδυναμοῦσι γὰρ αἱ λέξεις ⁑image