Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 250r

Manuscript msA, page 250r

image

prev: 249v next: 250v

Iliad text

18.555 παῖδες δραγμεύοντες . ἐν ἀγκαλίδεσσι φέροντες .image

18.556 ἀσπερχὲς πάρεχον· βασιλεὺς δ’ ἐν τοῖσι σιωπῇ .image1

18.557 σκῆπτρον ἔχων . ἑστήκει ἐπ’ ὄγμου γηθόσυνος κῆρ·image1, 2

18.558 κήρυκες δ’ ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο·image

18.559 βοῦν δ’ ἱ̈ερεύσαντες μέγαν ἄμφεπον· αἱ δὲ γυναῖκεςimage

18.560 δεῖπνον ἐρίθοισιν λεὺκ’ ἄλφιτα πολλ ἀπάλυνον ·image1, 2

18.561 ὲν δ’ ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλῳὴν .image

18.562 καλὴν . χρυσείην· μέλανες δ’ ἀνα βότρυες ἦσαν·image

18.563 ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν·image1

18.564 ἀμφι δὲ κυανέην κάπετον . περὶ δ’ ἔρκος έλασσεimage

18.565 κασσιτέρου· μία δ’ οἴη ἀταρπιτὸς ῆεν ἐπ’ αὐτὴν·image1

18.566 τῇ , νείσοντο φορῆες ὅτε τρυγόῳεν ἀλῳήν·image

18.567 παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες .image1, 2

18.568 πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν·image

18.569 τοῖσιν δ’ ἐν μέσσοισι πάϊς φόρμιγγι λιγείῃimage

18.570 ἱ̈μερόεν κιθάριζε . λίνον δ’ ὑπο καλὸν ἄειδεimage1, 2, 3

18.571 λεπταλέῃ φωνῇ· , τοὶ δὲ ῥήσσοντες ἁμαρτῇ .image1

18.572 μολπῇ τ’ ἰ̈ϋγμῷ τε . ποσὶ σκαίροντες ἕποντο·image1

18.573 ὲν δ’ ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων·image

18.574 αἳ δὲ βόες . χρυσοῖο τετεύχατο κασσιτέρου τε·image

18.575 μυκηθμῷ δ’ ἀπὸ κόπρου ἐπεσσεύοντο νομὸν δὲ .image

18.576 πὰρ ποταμὸν κελάδοντα , παρα ῥοδανὸν δονακῆα·image1, 2, 3

18.577 χρύσειοι δὲ νομῆες ἅμ’ ἐστιχόωντο βόεσσιimage

18.578 τέσσαρες . ἐννέα δέ σφι κύνες πόδας ἀργοὶ έποντο·image

18.579 σμερδαλέω δὲ λέοντε δύ’ ἐν πρώτοισι βόεσσιimage1, 2

Scholia text

msA, 18.199, commenting on 18.556 βασιλεὺς δ’ ἐν τοῖσι σιωπῇ⁚ ἐφαίνετο γὰρ τῷ προσώπῳ ἡδόμενος καὶ τοιαύτην ἔχων κατάστασιν ⁑image

msA, 18.200, commenting on 18.560 δεῖπνον ἐρίθοισι⁚ ὅτι δεῖπνον τὸ ὑφ ημῶν ἄριστον , καὶ ὅτι ἔριθος πᾶς ὁ μισθοῦ ἐργαζόμενος ⁑image

msA, 18.201, commenting on 18.567 ἀταλὰ φρονέοντες⁚ τρυφερὰ νήπια πρᾶα κατ επικράτησιν δὲ τοῦ ἄρρενος εἴρηκε φρονέοντες εἰπὼν καὶ οὐ φρονέουσαι⁚image

msA, 18.202, commenting on 18.570 ἱμερόεν καθάριζε· παρα Ζηνοδότῳ λινὸς δ’ ὑπο καλὸν ἄειδε ὁ δε Ἀρίσταρχος βούλεται μη τὴν χορδὴν λέγεσθαι ἀλλα γένος τι ὑμνου τὸν λίνον ὡσπερ ει ἔλεγεν παιᾶνα ᾖδεν ἤ τι τοιοῦτον διὸ ἡ διπλή ⁑image

msA, 18.203, commenting on 18.570 τὸ λίνον κατα βαρείαν τάσιν προενεκτέον ὅ τι ἂν σημαίνῃ εἴτε τὴν λινῆν εσθητα εἴτε καὶ ἐπι τῆς χορδῆς τάσσοιτο εἴτε καὶ αὐτὸ τὸ λεπτὸν νῆμα εἴτε σημαίνοι εἶδος ὕμνου ὥσπερ καὶ ἐνθάδε ὡς παιαν καὶ διθύραμβος ⁑image

msA, 18.204, commenting on 18.570 λίνον δ’ ὑπο καλὸν ἄειδε , ἤτοι τὸν λίνον ἦδε ὃ εξῆπτο ἀντι τῆς νευρᾶς τῆς κιθάρας ἐπεὶ οἱ πρῶτοι τοῖς θεοῖς μετα ωδῆς ὑποκιθαρίζοντες οὐκ εξ ετερων κατεσκευάζοντο τὰς κιθάρας οὐχ ὅσιον οὐδὲ θεοῖς ἀρεστὸν εῖναι ὑπολαμβάνοντες δια τὸ ἐκ νεύρων πεποιῆσθαι· ἀλλ εκ λίνου πεποιημένου . ῆ λίνον δὲ ὑπο καλὸν ἄειδε ἀντι τοῦ τὴν ἐπι Λίνῳ τῷ Απόλλω παιδὶ ὠδὴν ὄντι νηπίῳ καὶ ὑπὸ κυνῶν ποιμενικῶν διασπασθέντι πρώτην ασθεῖσαν ⁑image

msA, 18.205, commenting on 18.576 παρ’ ποταμὸν κελάδοντα⁚ παρα Ζηνὸδοτῳ διὰ ῥαδαλόν . ὁ δὲ Ἀριστοφα παρα ραδηλλόν · ῥαδαλόν δὲ ακουστέον τὸν εὐκράδαντον δι ὕψος φησὶ δὲ Διονύσιος γράφεσθαι καὶ δονακῆεν κατὰ τὸ οὐδέτερον ὡς καὶ τὸν πευκῶνα πευκᾶεν ⁑image

msA, 18.206, commenting on 18.579 σμερδαλέω . δὲ λέοντε· ἐν τῆ ἑτέρᾳ τῶν Ἀριστάρχου δύο πρώτῃσι βόεσσι · παρα δε Ζηνοδότῳ κυάνεον δὲ λέοντε ⁑image

msAext, 18.8, commenting on 18.560 ** ** πὸλλ’ ἐπαλ ἐπάλυνον image

msAext, 18.9, commenting on 18.571 ** ** ὁμαρτῃ image

msAil, 18.34, commenting on 18.572@ἰ̈ϋγμῷ συριγμῶimage

msAil, 18.35, commenting on 18.576@δονακῆα καλαμῶνα⁚image

msAim, 18.64, commenting on 18.557 Ἀρισταρχ εστήκει ⁑image

msAim, 18.65, commenting on 18.563 Ζηνοδ ἀργυρέοισιν ⁑image

msAim, 18.66, commenting on 18.565 ἐς αυτήν παρα Ζηνοδ καὶ ἔχει λογον ἡ γραφη ⁑image

msAim, 18.67, commenting on 18.567 οἱ φέροντες τοὺς βότρυαςimage

msAim, 18.68, commenting on 18.579 δύο πρωτησι ἐν τῇ ἑτερα τῶν Ἀρισταρχ ⁚image

msAint, 18.49, commenting on 18.557 ἕξω τοῦ ϊ τὸ εστήκει αἱ Ἀρισταρχ ⁑image

msAint, 18.50, commenting on 18.567-568 Ἀρίσταρχ ταλάροισι καὶ πλεκτοῖσι ⁑image

msAint, 18.51, commenting on 18.576 ἐν ἄλλῳ ραδαλὸνimage