Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 250v

Manuscript msA, page 250v

image

prev: 250r next: 251r

Iliad text

18.580 ταῦρον ἐρύγμηλον ἐχέτην· ὃ δὲ μακρὰ μεμυκὼςimage1

18.581 ἕλκετο . τὸν δὲ κύνες μετεκΐαθον ἠδ’ αἰζηοί·image1

18.582 τὼ μὲν ἀναρήξαντε βοὸς μεγάλοιο βοείην .image

18.583 ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον· οἳ δὲ νομῆεςimage1

18.584 αυτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες .image1

18.585 οἱ δ’ ήτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων·image

18.586 ἱ̈στάμενοι δὲ μάλ’ ἐγγὺς . ὑλάκτεον· ἔκ τ’ ἀλέοντο·image

18.587 ὲν δὲ νομὸν ποίησε περικλυτὸς ἀμφιγυήειςimage

18.588 ἐν καλῇ βήσσῃ μέγαν . οἰῶν ἀργεννάων·image

18.589 σταθμούς τε . κλισίας τε κατηρεφέας . ἰδὲ σηκούς·image1, 2

18.590 ὲν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήειςimage1, 2

18.591 τῷ ΐκελον . οἷόν ποτ’ ἐνι Κνωσῷ εὐρείῃimage1

18.592 Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ ·image1

18.593 ἔνθα μὲν ἠΐθεοι καὶ παρθένοι ἀλφεσίβοιαιimage1

18.594 ὀρχεῦντ’ , ἀλλήλων ἐπι καρπῷ χεῖρας ἔχοντες·image1

18.595 τῶν δ’ αἱ μὲν λεπτὰς ὀθόνας ἔχον . οἱ δὲ χιτῶναςimage1, 2

18.596 εἵατ’ ἐϋννήτους . ῆκα , στίλβοντας ἐλαίῳ·image1

18.597 καί ῥ’ αἱ μὲν καλὰς στεφάνας ἔχον . οἱ δὲ μαχαίραςimage1, 2

18.598 εἶχον χρυσείας . ἐξ ἀργυρέων τελαμώνων·image

18.599 οἱ δ’ ὁτὲ μὲν θρέξασκον ἐπισταμένοισι πόδεσσιimage1

18.600 ῥεῖα μάλ’ , ὡς ὅτε τις τροχὸν άρμενον ἐν παλάμῃσινimage1

18.601 ἑζόμενος κεραμεὺς πειρήσεται . αἴ κε θέῃσιν·image1

18.602 ἀλλότε δ’ αῦ θρέξασκον ἐπὶ στίχας ἀλλήλοισι .image1, 2

18.603 πολλὸς δ’ ἱ̈μερόεντα χορὸν περιΐσταθ’ ὅμιλοςimage

Scholia text

msA, 18.207, commenting on 18.589 ‡ σταθμούς τε κλισίας τε⁚ τὰς κατ αγροὺς στάσεις τῶν θρεμμάτων ἐνθά κεν ᾧ παρα σταθμῶ ρυτῆρα γενέσθαι καὶ παρα σταθμὸν μεγάροιο · κλισίας δὲ τὰς τῶν ποιμένων οικίας καὶ σηκοὺς ἔνθα κοιμῶνται τὰ θρέμματα·image

msA, 18.207a, commenting on 18.595 τῶν δ’ ἐμὲν λεπτὰς ὁθόνας ⁚ ὁθωνας ἐνδυτηρίους τόπος παρα τὸ εσθος εσθόνη τίς οῦσα . ἡ διπλῆ δὲ ὅτι συνήθως προς τὸ δεύτερον πρότερον ἀπήντηκεν⁚image

msA, 18.208, commenting on 18.597 καί ρ’ αἱ μὲν· ἀθετοῦνται οἱ δύο ὅτι οὐδέποτε μάχαιραν εῖπε τὸ ξίφος . ἄλλως τε καὶ οὐ πρέπον χορεύοντας μαχαίρας ἔχειν· οὔτοι δε οὐδὲ παρα Ἀριστοφάνει ῆσαν ⁑image

msA, 18.209, commenting on 18.600 ὡς ὅτε τίς τροχὸν άρμενον· δια τῆς τοῦ τρόχου παραβολῆς ἐγκύκλιον αὐτῶν τὴν πορειαν ὑφιστᾶ , ἄρμενον δὲ εὐ ηρμοσμένον πάντοθεν ⁑image

msA, 18.210, commenting on 18.580 ταῦρον ἐρύγμηλον ὡς βέβηλον τὰ γὰρ δια τοῦ ἥλου ὑπερ δύο συλλαβὰς προσηγορικὰ ἢ κύρια προπαροξύνεσθαι θέλει κάμηλος καὶ φάσηλος Στύμφηλον ἔχει θηλυκοῦ σιγηλός υψηλός ἀπατηλός · μὴ ούτως δὲ ἔχοντα βαρύνεσθαι βέβηλος κίβδηλος κάπηλος · εἰ δὴ καὶ τὸ ερυγμηλος οὐκ έχει θηλυκον δηλονότι ὓγιῶς βαρυτονηθήσεται καὶ οὐ δεόντως αὐτῷ Τυραννίων ὀξύνει· ἐγένετο δὲ παρα τὸ ἐρύγω ἔνθεν παρατατικὸς ἤρυγεν ἑλκόμενος Ἔλικι · ἐρυγηλος . καὶ ἐν πλεονασμῷ τοῦ μ ἐρυγμηλος ⁑image

msA, 18.211, commenting on 18.581 ἕλκετο τὸν δὲ κύνες , παρα Ζηνοδοτ τοὺς δὲ κύνες μετεκίαθον τοὺς λέοντας τὸ δὲ ἕλκετο χωρὶς τοῦ ϊ ⁑image

msA, 18.212, commenting on 18.583 ἔγκατα καὶ μέλαν αἷμα⁚ ὅτι χρόνος ήλλακται· τὸ γὰρ λαφύσσετον λαφύσσουσιν , παρείληπται ὅμοιον τῷ λαοῦ ἀποτμήξαντε διώκετον ⁑image

msA, 18.213, commenting on 18.584 αὔτως ἐνδίεσαν⁚ ὅτι Ζηνoδοτ γράφει ουτ οὐ νοήσας ὅτι τὸ αύτως ἐστι κενῶς καὶ προς οὐδὲν , δια τὸ είδωλα εῖναι· τὸ δε ἐνδίεσαν παρα τὸ δίεσθαι ὅ εστι διώκεσθαι σημαινει δὲ τὸ ἐπώτρυνον εἴρηται δὲ ὅτι κλισις ἐστι τοῦ δίημι τὸ ἐνδίησαν καὶ οὐ προσεκτέον τῷ Ἀσκαλωνιτ δασύνοντι τὼ ϊ καὶ πλεονασμὸν τοῦ ϊ δεχομένῳ ⁑image

msA, 18.214, commenting on 18.590 εν δε χορὸν ποίκιλλε⁚ ἐγκατεσκευασεν δὲ ἐπιμελῶς ὁ Ηφαιστος καὶ χορὸν ὁμοίαν τάξιν έχοντα χορευόντων τὸ ὑπο Δαιάλου τοῦ μηχανικοῦ κατασκευασθέντι Ἀριάδνῃ ἐν Κνώσσῳ πο τῆς Κρήτης ἱστόρηται γὰρ ὅτι Θησέα παραγενόμενον ἐξ Αφιδνῶν εἰς τὰς Ἀθήνας νεωστὶ καταλαβόντα δὲ τὸν δασμὸν οι Αθηναίοι τοῦτον ἐπι τῷ δεδολοφονηκέναι Ἀνδρόγεον τὸν παιδ Μίνωος αγωνιζόμενον καὶ νικῶντα παρ αυτοῖς τὰ Παναθήναια . ἑκοντ οὖν φασὶν αὐτὸν συγκαταλέξαι τοῖς ἀπιοῦσι καὶ γενόμενον εἰς Κρητην ἡδέως ὀφθῆναι φασὶν ὑπο Ἀρίαδνης τῆς τοῦ Μίνως θυγατρὸς καὶ δια τουτ τέχνη Δαιδάλου σωθῆναι τρόπῳ τοιῷδε μιτῷ ἀγαθίδα ἔδωκε Δαίδαλος τῇ Ἀρίαδνῃ εἰπὼν δοῦναι τῷ Θησεῖ ὅπως τὴν ἀρχὴν ἐξάψας τῆς εἰσόδου τῆς αγαθίδος ουτ ἀνελὼν αὐτὴν εἰσέλθοι εἴς τὸν λαβύρινθον καὶ περιγενόμενος τοῦ θηρίου πάλιν ἔχοι ῥαδίαν καὶ εὑρετὸν αὐτῷ τὴν ἔξοδον τοῦ λαβυρῖνθου ποικίλως ἐπιπεπλεγμένας ἔχοντος τὰς εἰσόδους ἐξελθὼν δὲ μετα τὸ νικῆσαι ὁ Θησεὺς μετα τῶν ηϊθεων καὶ παρθένων χορὸν τοιουτον ἔπλεκε ἐν κύκλῳ τοῖς θεοῖς ὁποία καὶ ἡ τοῦ λαβυρίνθου εἴσοδός τε καὶ ἔξοδος αὐτῷ εγεγόνει τῆς δὴ χορείας τὴν ἐμπειρίαν ὁ Δαίδαλος αὐτοῖς ὑποδείξας ἐποίησεν ⁑image

msA, 18.215, commenting on 18.591 τῷ ΐκελον διασταλτέον μετα τὸ εἴκελον τὸ δὲ εξῆς δασεως ἀναγνωστεον ὥσπερ ἡ τριβὴ ἔχει τούτῳ γὰρ παραπλήσιον φησι τὸν Ἡφαιστον πεποιηκέναι· οἷον Δαίδαλος ἐν Κνωσῷ Ἀριαδνῃ κατεκευασεν . ὑπολαβόντες δέ τινες δύσφημον εἶναι , μᾶλλον δὲ ἀπρεπὲς Ἥφαιστον μιμητὴν γίνεσθαι τῶν Δαιδαλου εργων καὶ λέγεσθαι τουτ ὑπο Ὁμηρου μᾶλλον γὰρ ἂν ηύξησε τὸ εργον ἡ περὶ Δαιδαλου διαλεγόμενος ἔλεγεν ουτ αὐτὸν πεποιηκέναι ὡς Ἥφαιστος ἐποίει δια τουτ ἀφ ετέρας ἀρχῆς ἀξιοῦσιν ἀναγινώσκειν τῷ ΐκελον . οἷον ποτὲ ἐνι Κνωσῷ καὶ ψιλῶς ἀναγινώσκουσιν , ἵν ᾖ ὁ λόγος τουτ παραπλησιον μόνον ἐν Κνωσῷ ποτὲ Δαίδαλος ἐποίησεν Ἀριάδνῃ . καὶ οιήσεταί τις τουτ μᾶλλον ἐμφαίνειν τὴν καλλιεργίαν τοῦ θύ εἴ γε μόνον παρ’ ἀνοις ἓν παραπλησιον ἐγένετο καὶ τοῦ δ’ ὑπο Δαιδαλου τοῦ διαβοήτου· γελοιως δὲ εχει ἡ ἐπίνοια οὔτε γὰρ ἀπρεπὲς τὸν θν ανου μιμητὴν γενέσθαι μαλλον δὲ καὶ πρεπωδεστερα τὰ έργα ἀπο τῶν ἀρχαιοτέρων γίνεσθαι καὶ μάλιστα ὅτ ἂν ᾖ ἐπιτετευγμένα· ἄλλως τε οὐδε ὁ ποιητὴς τουτ λέγει· ἀλλ ἁπλῶς ταυτ ὅμοια εῖναι οὐ τὸ ἕτερον τοῦ ετου μίμημα· εἰ δὲ καὶ τὴν σύγκρισιν ταύτην ἀσεβῆ δόξουσιν εῖναι· ῥητέον τὸ πολλοῖς ἤδη εἰρημένον ὅτι ἀπο τῶν ἐν όψει καὶ γινωσκομένων τὰ ἀφανῆ καὶ ἄγνωστα παριστᾶσιν οἱ τοῖς παραδείγμασι χρώμενοι· Ἡφαίστου μὲν γὰρ ἔργον οὐδεὶς ἴδεν πώποτε Δαιδάλου δὲ πολλοὺς πολλὰ εἰκὸς ἑωρακέναι καὶ ταχα ὅμοιόν τι εἶχεν ἡ κατασκευὴ ὅτι ἐξ ήθεον καὶ παρθ ἢ ὅτι ὀθόνας εἶχον καὶ στεφανας ⁑image

msA, 18.216, commenting on 18.593 ἀμφεσίβοιαι ἔντιμοι καὶ δια τὴν ευμορφίαν βόας εὑρίσκουσαι ἕδνα θρέμματ γὰρ τὸ παλαιὸν ἐδίδοτ προ γαμων δῶρα . ὠνόμασται δὲ ἀπο μέρους ἐπειδὴ ἔντιμοι τὸ παλαιὸν οἱ βόες . ἄλφειν γὰρ τὸ εὑρίσκειν καὶ ἄλφη ἡ τιμή καὶ ἄλφα τὸ στοιχ ὅτι εὑρεθ προ τῶν αλλων ⁑image

msAext, 18.10, commenting on 18.602 ** ** ἄλλοτε δ’ image

msAil, 18.36, commenting on 18.597@στεφάνας κόσμον γυναικας⁚image

msAil, 18.37, commenting on 18.599@ἐπισταμένοισι ἐπιστήμοσιν⁚image

msAil, 18.38, commenting on 18.602@στίχας επ ευθείας·image

msAim, 18.69, commenting on 18.589 οτ σταθμούς τὰς κατ αγρον βοοστάσεις ⁑image

msAim, 18.70, commenting on 18.592 παρα Ζηνοδ Αριηδῃimage

msAim, 18.71, commenting on 18.595 ἐν ἄλλῳ καλὰς οθόνας ⁑ ⁑image

msAim, 18.72, commenting on 18.601 κυλῖσ ἀποπειρήσηται ⁑image

msAim, 18.73, commenting on 18.603-18.604_605 οτ πρὸς τὸ σημαινομε ἀπήντηκεν ὅμιλος τερπόμενοι ⁑image

msAim, 18.74, commenting on 18.604_605 οἱ μετα κυβιστησεως ορχούμενοιimage

msAint, 18.52, commenting on 18.590 τὸν τόπον χορὸν εἴρηκε οὐ το σύστημ τῶν χωρευοντ ⁚image

msAint, 18.53, commenting on 18.594 κατ επικράτειαν τοῦ αρσενικος ·⁚image

msAint, 18.54, commenting on 18.596 ἐλλειπ τὸ ὡς ⁑image