Manuscript msA, page 251r
| prev: 250v | next: 251v |
18.606 μολπῆς ἐξάρχοντες . ἐδίνευον κατα μέσσους·
18.607 ὲν δ’ ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο
18.608 ἄντυγα πὰρ πυμάτην σάκεος πύκα ποιητοῖο·
18.609 αὐτὰρ ἐπεὶ δὴ τεῦξε σάκος μέγα τε στιβαρόν τε .
18.610 τεῦξ’ άρα οἱ θώρηκα φαεινότερον πυρὸς αὐγῆς·
18.611 τεῦξε δέ οἱ κόρυθα βριαρὴν . κροτάφοις ἀραρυῖαν .
18.612 καλὴν . δαιδαλέην . ἐπὶ δὲ χρύσεον λόφον ἧκε·
18.613 τεῦξε δέ οἱ κνημῖδας ἑανοῦ κασσιτέροιο·1
18.614 αὐτὰρ ἐπεὶ πάνθ’ ὅπλα κάμε κλυτὸς ἀμφιγυήεις .
18.615 μητρὸς Ἀχιλλῆος θῆκεν προπάροιθεν ἀείρας·
18.616 ἡ δ’ ΐρηξ ὡς ἆλτο κατ’ Οὐλύμπου νιφόεντος .1
msA, 18.217, commenting on 18.616 ἡ δ’ ΐριξ · καλῶς τὸ μη λαλεῖν τὸν Ἥφαιστον ἐπαινοῦντα καθῶς ἐσκευασεν μαρτυρόμενον ὡς ἀπέδωκε τὴν χάριν τὸ τε τὴν λαθοῦσαν ἠσυχάζειν σπεύδει γὰρ προς τὸν υν ⁑
msAim, 18.75, commenting on 18.613 παρὰ τὸ τρυφερὸν τῆς ὕλης ⁑
msAint, 18.55, commenting on 18.617 γρ τεύχεα καλὰ φέρουσα πάρ Ἡφαίστοιο ἄνακτος ⁚