Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 251v

Manuscript msA, page 251v

image

prev: 251r next: 252r

Iliad text

19.1 Ἠὼς μὲν κροκόπεπλος ἀπ’ Ὠκεανοῖο ῥοάωνimage

19.2 ὤρνυθ’ . ἵν’ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·image

19.3 δ’ ἐς νῆας ΐκανε θεοῦ πάρα δῶρα φέρουσα·image

19.4 εὗρε δὲ Πατρόκλω περικείμενον . ὃν φίλον υἱὸν ,image1

19.5 κλαίοντα λιγέως . πολέες δ’ ἀμφ’ αὐτὸν ἑταῖροιimage1, 2

19.6 μύρονθ’· ἣ δ’ ἐν τοῖσι παρίστατο δῖα θεάων·image1

19.7 ἔν τ’ άρα οἱ φῦ , χειρὶ , ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·image

19.8 τέκνον ἐμὸν . τοῦτον μὲν ἐάσομεν ἀχνύμενοί περimage1

19.9 κεῖσθαι . ἐπει δὴ πρῶτα , θεῶν ἰ̈ότητι δαμάσθη·image

19.10 τύνη δ’ Ἡφαίστοιο πάρα . κλυτὰ τεύχεα δέξοimage1, 2

19.11 καλὰ μάλ’ . οἷ’ οὔ πω τις ἀνὴρ ὤμοισι φόρησεν·image

19.12 ὡς ἄρα φωνήσασα θεὰ κατα τεύχε’ ἔθηκεimage

19.13 πρόσθεν Ἀχιλλῆος . τὰ δ’ ἀνέβραχε δαίδαλα πάντα .image

19.14 Μυρμιδόνας δ’ ἄρα πάντας ἕλε τρόμος . οὐδέ τις ἔτληimage1

19.15 ἄντην εἰσϊδέειν , ἄλλ’ ἔτρεσαν· αὐταρ Ἀχιλλεὺςimage1

19.16 ὡς εἶδ’ ὥς μιν μᾶλλον ἔδυ χόλος , ἐν δέ οἱ ὄσσεimage

19.17 δεινὸν ὑπο βλεφάρων ὡς εὶ σέλας ἐξεφάανθεν·image1, 2

19.18 τέρπετο δ’ ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα .image

19.19 αὐτὰρ ἐπεὶ φρεσὶν ᾗσι τετάρπετο . δαίδαλα λεύσσων .image

19.20 αὐτίκα μητέρα ἣν , ἔπεα πτερόεντα προσηύδα·image

19.21 μῆτερ ἐμὴ . τὰ μὲν ὅπλα θεὸς πόρεν⁚ οἷ’ ἐπιεικὲςimage

19.22 ἔργ’ έμεν ἀθανάτων . μη δὲ βροτὸν ἄνδρα τελέσσαι .image

19.23 νῦν δ’ ἤτοι μὲν ἐγὼ θωρήξομαι· ἀλλα μάλ’ αἰνῶςimage

19.24 δείδω . μή μοι τόφρα Μενοιτίου ἄλκιμον υἱὸνimage

19.25 μυῖαι καδδῦσαι κατὰ χαλκοτύπους ὠτειλὰς .image

Scholia text

msA, 19.2015office3_1, commenting on 19.4 εὗρε δὲ Πατρόκλῳ πεκειμε τινὲς ἀνέστρεψαν τὴν περι , ἵν ᾖ πε Πατρόκλῳ κείμενον ἐπεὶ καὶ ἐν ἑτέροις ἔφη ἀμφ’ αὐτῷ χύμένῃ τῇ δοτικῇ συντάξας τὴν πρόθεσιν οὐ τῇ μετοχῇ . ἡμῖν δὲ δοκεῖ ὥσπερ ἐτι καὶ τοῖς πλείοσιν καὶ τῷ Ἀσκαλωνίτῃ ἓν εἶναι τὸ περικείμενον ἔμφασις γὰρ μείζων νοεῖται ⁑image

msA, 19.2015office3_2, commenting on 19.5 κλαίοντα λιγέωσ , πάντας τοὺς ήρωας ἁπλότητος χάριν εὐχερῶς ἐπὶ δάκρυα ἄγει . Ἀγαμέμνονα . Πάτροκλοv Ὀδυσσέα ἐφ οὗ καὶ τὴν παραβολὴν τῆς χείρας ἔλαβεν . αἰεὶ δ’ ἀριδάκρυες ἄνδρες ἐσθλοὶ ·λιγέως δὲ ὀξέως ἠ ἡδέως μετα γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ λιγέως ⁑image

msA, 19.2015office3_3, commenting on 19.6 μύροντο ἐθρήνουν ἠ ἐχέοντο . ὅθεν καὶ μῦρον τὸ πρωτον ἐκχυθὲν δάκρυον ἀπο Μύρης της μιγείσης τῷ πατρί ⁑image

msA, 19.2015office3_4, commenting on 19.10 τύνη δ’ Ἡφαίστοιο πὰρα , ἀναστρεπτέον τὴν πρόθεσιν ἔστι γὰρ παρ’ Ηφαίστου . τὸ δὲ τύνη ἀεὶ ἐπι αρσενικοῦ λαμβάνει ὁ ποιητής ⁑image

msA, 19.2015office3_5, commenting on 19.14 Μυρμιδόνας δ’ ἄρα ὅτι Ζηνόδοτ γράφει ἐλεο φόβος καθ Ὅμηρον δέ ἐστι φόβος ἡ φυγή ⁑image

msA, 19.2015office3_6, commenting on 19.15 ἄντην εἰσιδέειν· ὅτι ἐλέγχεται Ζηνόδοτος γράφων ἕλεν φόβος τὸ γὰρ τρέσαι ἀπο τοῦ τρόμου ⁑image

msAil, 19.2015office3_1, commenting on 19.5@λιγέως ** ** εμπαθῶς ⁚ image

msAil, 19.2015office3_2, commenting on 19.17@βλεφάρων ** ** οις image

msAim, 19.2015office3_1, commenting on 19.8 οτ αντ εάσωμεν·image

msAim, 19.2015office3_2, commenting on 19.10 σημειοῦνται τινες ὅτι Δωρικὸν τὸ τύνη ⁑image

msAim, 19.2015office3_3, commenting on 19.17 ουτ Ἀρισταρχ ἄλλοι δὲ ἐξεφαἄνθη ⁑image