Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 252r

Manuscript msA, page 252r

image

prev: 251v next: 252v

Iliad text

19.26 εὐλὰς ἐγγείνωνται· ἀεικίσσωσι δὲ νεκρόν·image1

19.27 ἐκ δ’ αἰὼν πέφαται· κατα δε χρόα πάντα σαπήῃ·image1, 2, 3

19.28 τὸν δ’ ἠμείβετ’ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·image

19.29 τέκνον· μή τοι ταῦτα μετα φρεσὶ σῇσι μελλόντων·image

19.30 τῷ μὲν ἐγὼ πειρήσω ἀλαλκεῖν ἄγρια φῦλα .image1

19.31 μυίας , αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν·image

19.32 ἤ’ν περ γὰρ κῆταί γε τελεσφόρον εἰς ἐνιαυτὸν·image

19.33 αἰεὶ τῷ δ’ ἔσται χρὼς ἔμπεδος· ἠ καὶ ἀρείων·image

19.34 ἀλλὰ σύ γ’ εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς ·image1

19.35 μῆνιν ἀποειπὼν Ἀγαμέμνονι ποιμένι λαῶν·image

19.36 αῖψα μάλ’ ἐς πόλεμον θωρήσσεο· δύσεο δ’ ἀλκήν·image

19.37 ὡς ἄρα φωνήσασα· μένος πολυθαρσὲς ἐνῆκε·image

19.38 Πατρόκλῳ δ’ αὖτ’ ἀμβροσίην καὶ νέκταρ ἐρυθρὸνimage

19.39 στάξε κατὰ ῥινῶν· ἵνα οἱ χρὼς ἔμπεδος εἴη·image

19.40 αὐτὰρ ὃ βῆ παρὰ θῖνα θαλάσσης δῖος Ἀχιλλεὺςimage1

19.41 σμερδαλέα ἰ̈άχων . ὦρσεν δ’ ἥρωας ἀχαιούς .image1

19.42 καί ῥ’ οἵ περ τὸ πάρος γε , νεῶν ἐν ἀγῶνι μένεσκον·image1

19.43 οἵ τε κυβερνῆται καὶ ἔχον οἰήϊα νηῶν·image

19.44 καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν , σίτοιο δοτῆρες .image

19.45 καὶ μὴν οἳ τότε γ’ εἰς ἀγορὴν , ·ΐσαν . οὕνεκ’ Ἀχιλλεὺςimage

19.46 ἐξεφάνη . δηρὸν δὲ μάχης ἐπέπαυτ’ ἀλεγεινῆς·image

19.47 τὼ δὲ δύω σκάζοντε βάτην Ἄρεως θεράποντε·image

19.48 Τυδέιδης τὲ μενεπτόλεμος . καὶ δῖος Ὀδυσσεὺς .image

19.49 ἔγχει ἐρειδομένω , ἔτι γὰρ ἔχον ἕλκεα λυγρά·image

19.50 καδ δὲ μετα πρώτῃ ἀγορῇ ἵ̈ζοντο κιόντες·image

Scholia text

msA, 19.2015office4_1, commenting on 19.26 εὐλὰς ἐγγείνωνται εὐλας ὡς αυλας · ευλή γὰρ ὡς αὐλή · τὰ γὰρ εἰς λη λήγοντα θηλυκὰ μονογενη διφθόγγω παραληγόμενα ὀξύνεσθαι θέλει εἰ μὴ ἔχοι ἔννοιαν συνθέσεως· οὐλὴν μὲν πρῶτον · αὐλή ἀπειλή ὠτειλή οὕτως καὶ εὐλή · τὸ μέντοι ἑτέρῃ δ’ ἔχεν ούλας λέγω δὲ ἐπι τῶν κριθῶν ἵσως βεβαρυτόνηνται μονογενὲς ὅν προς μονογενὲς ὀξυνόμενον τὸ ουλή · προσέθηκα δὲ εἰ μὴ ἔχοι ἔννοιαν συνθέσεως δια τὸ δείλη βαρυνόμενον· ἐτυμολογεῖται γὰρ παρα τὸ ἐνδεῖν τῇ έλῃ δεείλη · ἡ διπλη δέ ὅτι ἐν τοῖς Ζηνοδοτου ἐγγείνωνται δια τοῦ ϊ γέγραπται δεῖ δὲ σὺν τῷ ε · ἔστι γὰρ ἐγγεννήσωσιν οὐκ ἐλεαίρεις ἄνδρας ἐπῆν δεῖ γείνεαι αὐτός ὅ ἐστι γεννήσεις .image

msA, 19.2015office4_2, commenting on 19.27 ἐκ δ’ αιῶν πέφαται τὸ εκ δ’ αιῶν πέφαται οὕτως παρέργως κεῖται· ἀλλ ὅτι τῆς ψυχῆς ἀπολιπούσης τὸ σῶμα εὐχερῶς αἱ μυῖαι λυμαίνονται τοῖς νεκροις σώμασι .image

msA, 19.2015office4_3, commenting on 19.34 αλλὰ σύ γ’ εἰς αγορὴν ὅτι πάντες ἥρωες ἐλέγοντο οῦχ οἱ βασιλεῖς ὡς Ἴστρος βραχὺ δὲ διασταλτέον Ἀχαιοὺς . καὶ λαῶν προς τὸ σαφέστερονimage

msAil, 19.2015office4_1, commenting on 19.27@αἰὼν ** ** ο μυελός image

msAim, 19.2015office4_1, commenting on 19.27 ουτ Αρισταρχ δια τοῦ η σαπήῃimage

msAim, 19.2015office4_2, commenting on 19.30 παρα Αριστοφάνους ἀλαλκέμεν ⁚image

msAim, 19.2015office4_3, commenting on 19.40 ἐν ἄλλῳ ποδαρκης δῖος Αχι ⁚image

msAint, 19.2015office4_1, commenting on 19.26-19.27 τουτ δια μέσου τὸ γὰρ ἑξῆς ἀεικίσσωει δε νεκρόν κατ δὲ χρόα ⁑image

msAint, 19.2015office4_2, commenting on 19.41 παρα Αριστοφ καὶ Ριανῶ ερίηραςimage

msAint, 19.2015office4_3, commenting on 19.42 νεῶν αγῶνα τὸ ἄθροισμα τοῦ ναστάθμου ⁑image