Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 252v

Manuscript msA, page 252v

image

prev: 252r next: 253r

Iliad text

19.51 αὐτὰρ ὃ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν Ἀγαμέμνωνimage1

19.52 ἕλκος ἔχων· καὶ γὰρ ἐνι κρατερῇ ὑσμίνῃimage

19.53 οῦτα Κόων Ἀντηνορίδης χαλκήρεϊ δουρί·image

19.54 αὐτὰρ ἐπει δὴ πάντες ἀολλίσθησαν Ἀχαιοὶ .image

19.55 τοῖσι δ’ ἀνιστάμενοσ μετέφη πόδας ὠκὺς Ἀχιλλεύς ·image

19.56 Ἀτρείδη ῆ ἄρ τι τόδ’ ἀμφοτέροισιν ἄρειονimage1

19.57 ἔπλετο . σοὶ καὶ ἐμοὶ· ὅ τε νῶΐ περ ἀχνυμένω κῆρ .image

19.58 θυμοβόρῳ ἔριδι μενεήναμεν εἵνεκα κούρης .image

19.59 τὴν ὄφελ’ ἐν νήεσσι κατακτάμεν Ἄρτεμις ϊῷimage

19.60 ἤματι τῷ· ὅτ’ ἐγὼν ἑλόμην Λυρνησσὸν ὀλέσσας .image

19.61 τώ κ’ οὐ τόσσοι Ἀχαιοὶ ὀδὰξ ἕλον ἄσπετον οῦδαςimage

19.62 δυσμενέων ὑπο χερσὶν . ἐμεῦ ἀπομηνίσαντος·image1, 2

19.63 Ἕκτορι μὲν καὶ Τρωσὶ . τὸ . κέρδιον . αὐτὰρ Ἀχαιοὺς .image1

19.64 δηρὸν ἐμῆς καὶ σῆς ἔριδος μνήσεσθαι ὀΐω·image

19.65 ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ .image

19.66 θυμὸν ἐνι στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·image

19.67 νῦν δ’ ἤτοι μὲν ἐγὼ παύω χόλον· οὐδέ τι με χρὴimage1

19.68 ἀσκελέως αἰεὶ μενεαινέμεν· ἀλλ’ άγε θᾶσσονimage1

19.69 ὄτρυνον πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς .image

19.70 ὄφρ’ ἔτι καὶ Τρώων πειρήσομαι ἀντίον ἐλθὼν .image1

19.71 αί κ’ ἐθέλωσ’ ἐπι νηυσὶν ϊαύειν· ἀλλά τιν’ οἴωimage1

19.72 ἀσπασίως αὐτῶν γόνυ κάμψειν . ὅς κε φύγῃσιimage1

19.73 φεύγων ἐκ πολέμοιο . ὑπ’ έγχεος ἡμετέροιο·image1

19.74 ὡς ἔφαθ’ . οἱ δ’ ἐχάρησαν ἐϋκνήμιδες Ἀχαιοὶimage

19.75 μῆνιν ἀπειπόντος μεγαθύμου Πηλείωνος ·image1

Scholia text

msA, 19.2015office5_1, commenting on 19.51 αὐτὰρ ὃ δεύτατος . ὅτι δεύτατος ἀπο τοῦ δεύεσθαι ὁ ἔσχατος· τὸ δὲ δεύεσθαι ἐνδεῖν ἐστι προσυνήχθη δὲ τὸ πλήθος ὑπ’ Ἀχιλλέωςimage

msA, 19.2015office5_2, commenting on 19.56 Ατρείδη . ῆ άρ τι . τὸν ῆ σύνδεσμον περισπαστέον ἔστι γὰρ διστακτικῆς τῆς κλητικῆς ἀνάπαυσιν λαβούσης· εἰσὶ μέντοι οἳ ἐνέκλιναν αὐτὸν καθ’ ὑπερβατὸν συντάσσοντες τῷ περ ἵνα τὸ ὅλον τοιοῦτον ῇ ἵνα ηϊ ερώτησις Ἀτρειδη ἆρά τις κρείσσων ἐκ τῆς ἔριδος ἐγένετο ἡμῖν . ἐν δὲ τῇ Χίᾳ ὄνειαρ ἐγέγραπτο ἐν τῇ Μασσαλιωτικῇ ἄμεινον .image

msA, 19.2015office5_3, commenting on 19.62 δυσμενέων ὑπο χερσίν ὅτι ἀντι τοῦ ὑπο χειρῶν καὶ ὅτι περισσὴ . ἡ ἀπο προθ ἀντι τοῦ μηνίσαντος Νικίας ἀναστρέφει τὴν πρόθεσιν· οὐκ αναγκαῖον δὲimage

msA, 19.2015office5_4, commenting on 19.62 ἐμεῦ ἀπομηνίσαντος ὁ μὲν Ἀσκαλωνίτης ὡς ἀποφοιβήσαντος καὶ οὕτως ἔχει ἡ παράδοσιςimage

msA, 19.2015office5_5, commenting on 19.63 Ἕκτορι μὲν καὶ Τρωσὶ τὸ . ἀντωνυμία μὲν ὁμολογουμένως τὸ τό μόριον οὐ μὴν διασταλτέον κατ αυτὸ ὡς ἔδοξε τισίνimage

msA, 19.2015office5_6, commenting on 19.71 αί κ’ εθέλωσ’ ὅτι τὸ ϊαύειν οὐκ έστι νῦν κοιμᾶσθαι ἀλλ επαυλίζεσθαι ὡσ καὶ ἐγὼ πολλὰς μὲν ἀΰπνουσ νύκτας ΐαυον . ὅτι ἀντι τοῦ αί κ’ ἐθέλοιενimage

msAil, 19.2015office5_1, commenting on 19.72@κάμψειν ** ** διαπαυσεσθαι image

msAim, 19.2015office5_1, commenting on 19.67 ὅτι αντιπεφρακε τῆ μήνιδι τὸν χολονimage

msAim, 19.2015office5_2, commenting on 19.70 ουτως αρισταρχ δια τοῦ ν αντίονimage

msAim, 19.2015office5_3, commenting on 19.73 γρ δηΐου ἐκ πολέμοιοimage

msAim, 19.2015office5_4, commenting on 19.75 Αρισταρχ ἔξω τοῦ ο ἀπειπόντος καὶ αἱ πλείουςimage

msAint, 19.2015office5_1, commenting on 19.68 ὅτι νῦν ἀντὶ τοῦ θυμοῦσθαιimage