Manuscript msA, page 253r
| prev: 252v | next: 253v |
19.76 τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων1
19.77 αὐτόθεν ἐξ έδρης , οὐδ’ ἐν μέσσοισιν ἀναστάς·1
19.78 ὦ φίλοι , ἥρωες Δαναοὶ . θεράποντες Ἄρηος .
19.79 ἑσταότος μὲν καλὸν ἀκούειν . οὐδὲ ἔοικεν1, 2
19.80 ὐββάλλειν · χαλεπὸν γὰρ . ἐπιστάμενόν περ ἐόντα·1, 2
19.81 ἀνδρων δ’ ἐν πολλῷ ὁμάδῳ . πῶς κέν τις ἀκοῦσαι .
19.82 ἢ εἴποι· βλάβεται δὲ . λιγύς περ ἐὼν ἀγορητής·
19.83 Πηλείδῃ μὲν ἐγὼ ἐνδείξομαι· αὐτὰρ οἱ ἄλλοι1
19.84 σύνθεσθ’ Ἀργεῖοι · μῦθόν τ’ εὖ γνῶτε ἕκαστος·1
19.85 πολλάκι δή μοι τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον .1
19.86 καί τέ με . νεικείεσκον· ἐγὼ δ’ οὐκ αἴτιός εἰμι·1
19.87 ἀλλὰ Ζεὺς . καὶ Μοῖρα · καὶ ἠεροφοῖτις Ἐρινύς·1
19.88 οἵ τέ μοι εἰν ἀγορῇ φρεσὶν έμβαλον ἄγριον ἄτην ,
19.89 ἤματι τῷ , ὅτ’ Ἀχιλλῆος γέρας αὐτὸς ἀπηύρων·
19.90 ἀλλὰ τί κεν ῥέξαιμι· θεὸς διὰ πάντα τελευτᾷ·1
19.91 πρέσβα Διὸς θυγάτηρ Ἄτη . ἣ πάντας ἀᾶται .
19.92 οὐλομένη· τῇ μέν θ’ ἁπαλοὶ πόδες· οὐ γὰρ ἐπ’ ούδει1
19.93 πίλναται . ἀλλ’ ἄρα ἥ γε κατ’ ἀνδρῶν κράατα βαίνει .
19.94 βλάπτουσ’ ἀνθρώπους . κατὰ δ’ οὖν ἕτερόν γ’ ἐπέδησε·1
19.95 καὶ γὰρ δή νύ̆ ποτε Ζῆν’ ἄσατο . τόν περ ἄριστον .1, 2
19.96 ἀνδρῶν ἠδὲ θεῶν φὰσ’ ἔμμεναι⁚ ἀλλ’ ἄρα καὶ τὸν1
19.97 Ἥρη θῆλυς ἐοῦσα δολοφροσύνῃς ἀπάτησεν ,1
19.98 ἤματι τῷ , ὅτ’ ἔμελλε βίην Ἡρακληείην
19.99 Ἀλκμήνη τέξεσθαι ἐϋστεφάνῳ ἐνὶ Θήβῃ ·
19.100 ἤτοι ὅ γ’ εὐχόμενος μετέφη πάντεσσι θεοῖσι·1
msA, 19.2015office9_1, commenting on 19.76 τοῖσι δὲ καὶ μετέειπ ἄναξ ἀνδρω αγαμε · ἀυτοθ ἐξ έδρης , ὅ δ’ ἐν μέσσοισι ἀναστάς . ουτ καὶ παρα ἀριστοφα ἐν δε τῇ Μασσαλιωτικῇ καὶ Χίᾳ τοῖσι δ’ ἀνισταμε μετέφη κρείων αγαμε · μῆνιν ἀναστενάχων καὶ ὑφ έλκεος ἄλγεα πάσχων . οὕτως ὁ δίδυμοσ ⁑
msA, 19.2015office9_2, commenting on 19.77 αὐτόθεν ἐξ έδρης . ὅτι ζηνοδ τοῦτον μὲν οὐκ έγραφεν τὸν δὲ προ αυτοῦ μόνον οὕτως , τοῖσι δ’ ἀνιστα μετεφη κρείων αγαμε · ὁ δε αγαμεμνων οὐκ ορθῶς δημηγορεῖ δια τὴν τοῦ τραύματος ἀλγηδόνα διὸ επιφέρει ὑποτιμώμενος , καλὸν μεν εστιν ἑστῶτα δημηγορεῖν ὡς δῆλον ὅτι καθήμενος ⁑
msA, 19.2015office9_3, commenting on 19.79 εσταότος μὲν καλὸν ἀκούειν· καλῶς ἔχει τοῦ εστῶτος καὶ δημηγοροῦντος ἀκούειν καὶ μὴ ὑποκρούειν μηδ’ ἐμποδίζειν τουτ γὰρ δηλοῖ τὸ ὑβάλλειν χαλεπὸν γὰρ καὶ τῷ πάνυ δεινῷ ἐν ταραχῆ εἰπεῖν . τοῦτο ἀγνοήσας ἀρίσταρχος καὶ οιηθεῖς παραίτησιν τινα ἐκ τοῦ αγαμεμνονος γίνεσθαι παρενέθηκε τὸ αὐτόθι εξ έδρης · πρῶτον μὲν οὖν τί ἂν καθέζοιντο τὸν αγκῶνα τετρωμένος ἔπειτα οὕτως ἔρρωται ὥστε ολίγον ὕστερον κάπρον ἀποσφάττειν· ουτ ὁ κοτιαεύς ⁑
msA, 19.2015office9_4, commenting on 19.80 ὑββάλειν . ὅτι τὸ ὑβάλλειν ἐστὶν υπβάλλειν χαλεπόν ἐστι ἑτέρῳ ὑποβάλλειν τὸν λόγον ὃν αὐτὸς τίς εἰπεῖν βούλεται καν ὅτι μάλιστα ἐπιτιμου τίς ἦν τὸ δὲ ὑβάλλειν ψιλωτεον ἔστι γὰρ Αιολικηόν ὡς φησιν Ηρῳδιανὸς ἐν τῷ τῆς ⁑
msA, 19.2015office9_5, commenting on 19.81-19.82 ἀνδρῶν δ’ ἐν πολλῷ . ὁ Ἀρίσταρχος ἐλλείπειν φησὶ τὸ οὕτως χρώμενος τὸ γὰρ λεγόμενον τοιοῦτον εῖναι εν δὲ πολλῶν ανδρῶν ὁμίλῳ πῶς ἄν τις ουτ χρώμενος ἢ εἴποι ἢ πῶς οἱ ἀκούοντες ἀκούσειαν ουτ Δίδυμος τὸ ἀκούσαι παροξυτονητέον ἔστι γὰρ εὐκτικόν ⁑
msA, 19.2015office9_6, commenting on 19.85 πολλάκι δή μοι σημειοῦνται τινὲς ὡς ὰν λεγόντων τινῶν ὅτι ηδίκησεν ἀφελόμενος τὴν Βρισηιδ ⁑
msA, 19.2015office9_7, commenting on 19.87 ηεροφοῖτις προπερισπαστ ὁμοιως τὸ προθῆβις καὶ πολίτης · πιστέον δὲ μᾶλλον τοῖς παρα τὸν αερα ἐκδεξαμένοις τὴν συνθ γεγονέναι ἐπεὶ ἀοράτως φοιτᾷ ἀέρα γὰρ λε τὸ σκοτεινὸν κατάστημα ηέρι γὰρ κατέχοντο καὶ ἀὴρ γὰρ παρα νηυσὶ βαθεί ην ⁑
msA, 19.2015office9_8, commenting on 19.90-91 ἀλλα τί κεν ῥέξαιμι⁚ ἔξω του ν αἱ Ἀρισταρχ ἀλλα τί κε ῥέξαιμι γράφεται δὲ κατ ενια θεοὺς δια παντ τελευτα δια τοὺς θεοὺς τέλος παντ λαμβάνει . ἐν δε τίσι θεους δια παντ τέτυκται · στικτεον δὲ ἐπι τὸ ῥέξαιμι · καλῶς δὲ εχει καὶ κατ τὸ τελος τοῦ στίχου στίζειν ἵνα ουτ μὲν ὁ λόγος καθολικὸς ᾖ θεὸς πάντων τὸ τέλος ἔχει· τὰ δὲ ἑξῆς ἀπ αλλης ἀρχῆς ἵνα λειπ τὸ ἐστι ῥῆμα ὁ δε λόγος Διὸς θυγάτηρ ἐστιν Άτη ἐξ οῦ τὸ θεῖον καὶ τὸ ϊσχυρὸν παρίστησιν ὡς μὲν γὰρ ἀτριβὴ συνάπτει ψεῦδος εῖναι μοι δοκεῖ οὐ γὰρ πάντων ἡ Άτη τὸ τελος ἔχει ὥσπερ οὐδε τῶν ἀγαθῶν ⁑
msA, 19.2015office9_9, commenting on 19.90 θεὸς δια παντ τελευτ ὁ μὲν Ἀσκαλωντ περισσὴν ἡγεῖται τὴν δια προθ εῖναι τὸ γὰρ εξῆς θεὸς πάντα τελευτᾶ . Δίδυμος δὲ ἡγεῖτο σημαντικὴν αυτὴν εῖναι τοῦ διόλου καὶ μὴ παρέλκειν ὥσπερ ἐπι τοῦ δι’ ηλΐτης ὁ δι ὁλου ἁμαρτάνων οὐ προσεκτεον δὲ τοῖς ὑφ εν ἀνεγνωκῶσιν ⁑
msA, 19.2015office9_10, commenting on 19.94 βλάπτουσ’ ἀνους ἀθετεῖται ὡς περισσὸς καὶ κακοσυνθτ τί γὰρ ἄλλο δύναται ποιεῖν ἡ Ἄτη ἢ βλάπτειν οὐχ ὑγιῶς δὲ οὐδὲ τὸ ἕταιον τετακται· ἔδει γὰρ ἄλλον · βιάζονται δέ τινες τὸν Ἀγαμέμνονα λέγειν ἐφ ἑαυτοῦ καὶ τοῦ Ἀχιλλέως καθολικὸς δε ἐστιν ὁ λόγος , κοινότερον γοῦν εἰπὼν ἐπι τὸν ἡγεμονικώτατον Δία ἀνῆλθεν καὶ ὅλως παρῴδηται ἐκ τῶν Λιτῶν βλάπτουσ’ ἀνους αἱ δ’ ἐξακέονται οπίσσω ⁑
msA, 19.2015office9_11, commenting on 19.95 καὶ γὰρ δήν ὕπο τε Ζεύς ασατο⁚ ουτ ἐν ἁπάσαις Ζεῦς άσατο καὶ ἔστι ποιητικώτερον . ἐν δέ τισι τῶν εἰκαιοτέρων Ζῆν’ ἄσατο ⁑
msA, 19.2015office9_12, commenting on 19.96 ἀνδρῶν ἠδὲ θεῶν⁚ παρα Ἀριστοφα ἀλλά νυ καὶ τόν , ἐν δε τῇ Χίᾳ φαμὲν ἔμμεναι ἠθικῶς ⁑
msA, 19.2015office9_13, commenting on 19.97 Ἥρη θῆλυς . οτ ουτ σχηματίζει θῆλυς ὡς πῆχυς ἀφ οῦ πίπτει θήλεας ὡς πήχεας ⁑
msA, 19.2015office9_14, commenting on 19.83 Πηλείδῃ μὲν ἐγῶν ἐν δείξομαι⁚ οἷον τὴν ἀπότασίν τῶν λόγων πρὸς Αχιλλε ποιήσομαι φανερῶς ἢ ἀπολογήσομαι . ἐζήτητο δὲ δι’ ἢν αἰτίαν οὐ χρῆται κήρυκος Ἀχιλλεὺς προς τὸ συγκαλέσαι τοὺς ὄχλους ῥητέον οὖν ὅτι ἐθος ἐστιν ἀρχαῖον αὐτῷ τοῦτο οὕτως γοῦν καὶ ἐν τῆ A ῥαψῳδίᾳ αὐτὸς Ἀχιλλεὺς συγκαλεῖ· ἄλλως τε καὶ δια τὴν χαρὰν μετα σπουδῆς συνδεδραμήκασιν οὐδε τοὺς κήρυκας ἀναμείναντες ⁑
msAint, 19.2015office9_1, commenting on 19.79 ουτ Ἀρίσταρχ ἄλλοι δὲ ἀκουέμεν ⁚
msAint, 19.2015office9_2, commenting on 19.80 Αρισταρχ ἐπισταμένῳ περ εόντι ⁚
msAint, 19.2015office9_3, commenting on 19.84 κρίνατε δοκιμάσατ ⁚
msAint, 19.2015office9_4, commenting on 19.86 παρα Αριστοφα καὶ τῇ Χίᾳ νεικίουσιν ⁑
msAint, 19.2015office9_5, commenting on 19.92 ουτ Ἀρισταρχ , ἄλλοι δὲ τῆς μεν θ’ ἁπαλοί
msAint, 19.2015office9_6, commenting on 19.95 Ἀριστχ Ζεὺς άσατο ⁑
msAint, 19.2015office9_7, commenting on 19.100 οτ τὸ εὐχόμενος σαφῶς εστ αὐχώμενος παρὰ τὸ αὐχεῖν ⁑