Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 253v

Manuscript msA, page 253v

image

prev: 253r next: 254r

Iliad text

19.101 κέκλυτέ μευ πάντες τὲ θεοὶ πᾶσαί τε θέαιναι .image

19.102 ὄφρ’ εἴπω τά με θυμὸς ἐνι στήθεσσιν ἀνώγει .image1

19.103 σήμερον ἄνδρα φόως δὲ μογοστόκος Εἰλείθυια ·image

19.104 ἐκφανεῖ . ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει .image

19.105 τῶν ἀνδρῶν γενεῆς , οἵ θ’ αἵματος ἐξ ἐμεῦ εἰσι·image1, 2

19.106 τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη .image

19.107 ψευστήσεις· οὐδ’ αὖτε τέλος μύθω ἐπιθήσεις·image1

19.108 εἰ δ’ άγε νῦν μοι όμοσσον Ὀλύμπιε κρατερὸν ὅρκον .image1, 2

19.109 ἡ μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξειν .image

19.110 ὅς κεν ἐπ’ ἤματι τῷδε πέσῃ μετα ποσσὶ γυναικὸς .image

19.111 τῶν ἀνδρῶν , οἳ , σῆς ἐξ αἵματός εἰσι γενέθλης·image1

19.112 ὡς ἔφατο . Ζεὺς δ’ οὔ τι δολοφροσύνην ἐνόησεν .image

19.113 ἀλλ’ όμοσεν μέγαν ὅρκον . ἔπειτα δὲ πολλὸν ἀάσθη·image

19.114 Ἥρη δ’ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο .image1

19.115 καρπαλίμως δ’ ΐκετ’ Ἄργος Ἀχαιϊκόν . ἔνθ’ ἄρα ᾔδηimage1

19.116 ἰ̈φθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο .image1

19.117 ἡ δ εκύει φίλον υἱόν· ὃ δ έβδομος ἑστήκει μείς·image1, 2, 3

19.118 ἐκ δ’ ἄγαγε προ φόως δὲ καὶ ἠλιτόμηνον ἐόντα·image1, 2

19.119 Ἀλκμήνης δ’ ἀπέπαυσε τόκον . σχέθε δ’ Εἰλειθυίας ·image1

19.120 αὐτὴ δ’ ἀγγελέουσα Δία Κρονίωνα προσηύδᾱ·image1

19.121 Ζεῦ πάτερ ἀργικέραυνε . ἔπος τί τοι ἐν φρεσὶ θήσωimage

19.122 ἤδη ἀνὴρ γέγον’ ἐσθλὸς . ὃς Ἀργείοισιν ἀνάξει·image

19.123 Εὐρυσθεὺς , Σθενέλοιο πάϊς Περσηϊάδαο ·image

19.124 σὸν γένος . οὔ οἱ ἀεικὲς ἀνασσέμεν Ἀργείοισιν ·image1

19.125 ὡς φάτο , τὸν δ’ ἄχος ὀξὺ κατα φρένα τύψε βαθεῖαν·image

Scholia text

msA, 19.2015office10_1, commenting on 19.105 ‡ τῶν ἀνδρῶν γενεῆς⁚ ὅτι τὸ εξῆς ἐστιν οἷς τὸ αἷμα ἐξ εμοῦ ἐστιν οὐχι οἱ αίματος ἐξ εμοῦ εισιν ἐπεὶ κὰν ἡ σύναρθρος ἔκειτο ὅθεν καὶ ἑξῆς φησὶ τῶν ἀνδρῶν οἳ σῆς ἐξ αἵματος εἰσὶν οἷς τὸ αἷμα ἐστιν ἐκ σοῦ ⁑image

msA, 19.2015office10_2, commenting on 19.108 εἰ δ’ άγε νῦν μοι όμοσσον δια τί ἡ Ήρα ὁμόσαι πρὸς τὸν Δία ἠ δῆλον ὡς οὐ ποιοῦντα ἃ ἂν φῇ εἰ δε τοῦτο δια τί οὐ κατανεῦσαι , ἀλλα καὶ μόσαι ἠξίωσεν ὡς καὶ ψευδομένου ἀν μὴ ὁμόσῃ ὁ δὲ ποιητής φασιν ἀληθεύειν ὅτι κεν κεφαλῇ κατανεύσῃ , τὸ μὲν οὖν ὄλον μυθῶδες καὶ γὰρ οὐδ’ ἀφ ἑαυτοῦ ταῦτά φησὶν Ὅμηρος οὐδε γινόμενα εἰσάγει . ἀλλως διαδεδομένων περὶ τὴν Ἡρακλέους γένεσιν μέμνηται· ῥητέον δὲ ὅτι καὶ ὁ μῦθος εἰκότως εἰσάγει τὴν Ήραν ὁρκοῦσαν τὸν Δία πάντες γὰρ περι ῶν ἂν φοβῶνται μὴ ἄλλως ἀποβῆ· πολλυ τῷ ἀσφαλεῖ προέχειν πειρῶνται διὸ καὶ ἡ Ήρα ἅτε οὐ περι μικρῶν , ἀγωνιζομένη καὶ τὸν Δία ηδυῖα ὅτι εσθόμενος τὸν Ἡρακλέα δουλεύοντα ὑπεραγανακτήσει τῇ ἰσχυροτάτῃ ἀνάγκῃ κατέλαβεν αὐτόν ουτ Ἀριστοτελης ⁑image

msA, 19.2015office10_3, commenting on 19.114 Ἥρη δ’ ἀΐξασα· πρὸς τὰ περὶ τοῦ Ολύμπου ἔδει δὲ λίπ’ οὐρανὸν ἀστερόεντ Ἀγαμεμνων γὰρ ὁ λέγων ⁑image

msA, 19.2015office10_4, commenting on 19.115 καρπαλίμως δ’ ΐκετ’ . ὅτι τὴν Πελοπόννησον Ἄργος Ἀχαιϊκὸν λέγει τὴν Θεσσαλίαν Ἄργος Πελασγικόν ⁑image

msA, 19.2015office10_5, commenting on 19.116 ἰφθίμην ἅλοχον⁚ Δίδυμος παρατίθεται Φερεκύδην μὲν λέγοντα αὐτὴν τὴν Πέλοπος · Ἀμφιβίαν , Ἡσίοδος δὲ Ἀντιβίαν τὴν Ἀμφιδάμαντος ἀποφαίνεται ⁑image

msA, 19.2015office10_6, commenting on 19.118 ἐκ δ’ ἄγαγε προ φόως δὲ· ὅτι νῦν ὑγιῶς γράφεται σὺν τῇ προθέσει προ φόως προ γὰρ τῶν μηνῶν τῶν καθικόντων ἐγεννηθη δι ὁ ἠλιτόμηνος . ὁ δὲ Ζηνόδοτος καὶ ἐπ άλλου οὕτως γράφει ⁑image

msA, 19.2015office10_7, commenting on 19.118 Ἀλκμήνης δ’ ἀπόπαυσε· Ζεὺς μιγεὶς Ἀλκμήνῃ τῇ Ἠλεκτρυόνος ὃν δὲ τρόπον εἴρηται ἐν τῇ Ξ ἔγκυον κατέστησε· μελλούσης δὲ τίκτειν ώμοσεν ἐν θεοῖς τὸν ἐκείνῃ τῇ ἡμέρα γεννηθέντα τῶν ἐξ αυτοῦ βασιλεύσειν· Ἥρα δὲ ζηλοτύπως διατεθεῖσα τὰς μὲν Ἀλκμήνης ὠδίνας ἐπεσχε Ἀντιβίαν δὲ , ἥν τινες Νικίππην εἶπον τὴν Σθενέλου γυναῖκα κυοφοροῦσαν Εὐρυσθέα ἑπτάμηνον τεκεῖν ἐποίησεν ὅθεν καὶ τὰ ἑπτάμηνα γεννώμενα τροφῆς μοῖραν ἔλαχεν· βασιλεύων δὲ Εὐρυσθεὺς Ἡρακλεῖ τοὺς ἄθλους ἐπέτασσεν οὓς τελειώσας κατ Ἀθηνας καὶ Ἀπολλώμενος ὑποθήκας ἀθανασίας μετέβαλεν . ἡ ϊστορια παρὰ Ἀριανῶ ⁑image

msA, 19.2015office10_8, commenting on 19.117 μείς⁚ μῆν Αἰολικῶς ὥσπερ δε ρεῖς ρείνός καὶ θεῖς θινὸς ουτως καὶ μεῖς μηνός κληθήσεται κατ τὴν ἀναλογίαν ⁑image

msA, 19.2015office10_9, commenting on 19.120 αὐτὴ δ’ ἀγγελέουσα⁚ ὅτι ἰδίως ἀγγελέουσα προσηύδα ἐχρῆν γὰρ ἀγγελέουσα ῆκεν καὶ προσηύδ · ⁑image

msA, 19.2015office10_10, commenting on 19.123-19.124 Εὐρυσθευς Σθενέλοιο πάϊς⁚ δύναται καὶ τοῖς ἑξῆς συνάπτεσθαι ἵ̈ν’ ᾖ σχῆμα Εὐρυσθεὺς σὸν γένος · βέλτιον δὲ στίζειν Περσηϊάδαο καὶ καθ εαυτὸ λέγεσθαι τὸ σὸν γένος ἵνα λείπῃ τὸ ἐστιν ⁑image

msAext, 19.2015office10_1, commenting on 19.117 ** ** η δ’ ἐκύει εἱστήκει image

msAim, 19.2015office10_1, commenting on 19.105 παρὰ Αριστοφ εξω τοῦ θ οἱ αίματος ⁑image

msAim, 19.2015office10_2, commenting on 19.107 ὡς κρατήσεις ⁚image

msAim, 19.2015office10_3, commenting on 19.108 ε αλλῳ αἱ δ’ άγε νῦν ⁑image

msAim, 19.2015office10_4, commenting on 19.119 οτ τὰς ὠδῖνας Εἰλειθυίας ἔφη ⁑image

msAint, 19.2015office10_1, commenting on 19.102 κελεύοιimage

msAint, 19.2015office10_2, commenting on 19.111 τούτων τῶν ἀνδρῶν οἳ ἐκ τῆς σῆς σπρᾶς τ αῖμα ἔχουσιν ⁑image

msAint, 19.2015office10_3, commenting on 19.117 ἐν τ Χίᾳ μής ⁑image

msAint, 19.2015office10_4, commenting on 19.124 κατ ένια τῶν ἐκδόσεων ἀνθρώποισι ⁑image