Manuscript msA, page 254r
| prev: 253v | next: 254v |
19.126 αὐτίκα δ’ εἷλ’ Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο·
19.127 χωόμενος φρεσὶν ᾗσι· καὶ ὤμοσε κρατερὸν ὅρκον
19.128 μή οτ’ ἐς Οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντα
19.129 αὖτις ἐλεύσεσθ’ Ἄτην ἣ πάντας ἀᾶται .
19.130 ὣς εἰπὼν ἔρριψεν ἀπ’ οὐρανοῦ ἀστερόεντος
19.131 χειρὶ περιστρέψας· τάχα δ’ ἵκετο ἔργ’ ἀνθρώπων .
19.132 τὴν αἰεὶ στενάχεσχ’ ὅθ’ ἑὸν φίλον υἱὸν ὁρῷτο
19.133 ἔργον ἀεικές ἔχοντα πρὸς Εὐρυσθῆος ἀέθλων
19.134 ὣς καὶ ἐγὼν ὅτε δ’ αὖτε μέγας κορυθαίολος Ἕκτωρ
19.135 Ἀργείους ὤλεσκεν ἐπὶ πρυμνῃσι νέεσσιν
19.136 οὐ δυνάμην λελαθέσθαι Ἄτης ῇ πρῶτον ἀάσθην
19.137 ἀλλ’ ἐπεὶ ἀασάμην· καί μευ φρένας ἐξείλετο Ζεύς ,
19.138 ἂψ ἐθέλω ἀρέσαι· δόμεναί τ’ ἀπερείσι’ ἄποινα
19.139 ἀλλ’ ὄρσευ πόλεμόν δε καὶ ἄλλους ὄρνιθι λαούς .
19.140 δῶρα δ’ ἐγὼν ὅδε πάντα παρασχεῖν ὅσσα τοι ἐλθών
19.141 χθιζὸς ἐνὶ κλισίῃσιν ὑπέσχετο δῖος Ὀδυσσεύς .
19.142 εἰ δε ‘θέλεις ἐπίμεινον ἐπειγόμενός περ Ἄρηος
19.143 δῶρα δέ τοι θεράποντες ἐμῆς παρὰ νηὸς ἑλόντες
19.144 οἴσουσ’ . ὄφρα ἴδηαι ὅ , τοι μενοεικέα δώσω·
19.145 τόν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς .
19.146 Ἀτρείδη κυδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον ·
19.147 δῶρα μὲν αἴ κ’ ἐθέλησθα παρασχέμεν ὡς ἐπιεικές
19.148 ἤ τ’ ἐχέμεν παρὰ σοί⁚ νῦν δὲ μνησώμεθα χάρμης
19.149 αἶψα μάλ’ οὐ γὰρ χρὴ κλοτοπεύειν ἐνθάδ’ ἐόντας
19.150 οὐδὲ διατρίβειν· ἔτι γὰρ μέγα ἔργον ἄρεκτον .
19.151 ὥς κέ τις αὖτ’ Ἀχιλῆα μετὰ πρώτοισιν ἴδηται
No texts matching urn:cts:greekLit:tlg5026: