Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 254v

Manuscript msA, page 254v

image

prev: 254r next: 255r

Iliad text

19.152 ἔγχει χαλκείῳ Τρώων ὀλέκοντα φάλαγγας·image

19.153 ὧδέ τις ὑμείων μεμνημένος ἀνδρὶ μαχέσθω·image

19.154 τόν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·image

19.155 μὴ δ’ οὕτως· ἀγαθός περ ἐών , θεοείκελ’ Ἀχιλλεῦimage

19.156 νήστιας ὄτρυνε προτὶ Ἴλιον υἷας Ἀχαιῶνimage

19.157 Τρωσὶ μαχησομένους· ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσταιimage

19.158 φύλοπις εὖτ’ ἂν πρῶτον ὁμιλήσωσι φάλαγγεςimage

19.159 ἀνδρῶν ἐν δὲ θεὸς πνεύση μένος ἀμφοτέροισινimage

19.160 ἀλλὰ πάσασθαι ἄνωχθι· θοῇς ἐπὶ νηυσὶν Ἀχαιούςimage

19.161 σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή·image

19.162 οὐ γὰρ ἀνὴρ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύνταimage

19.163 ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι·image

19.164 εἴ περ γὰρ θυμῷ γε μενοινάα πολεμίζειν ,image

19.165 ἀλλά τε λάθρη γυῖα βαρύνεται ἠδὲ κιχάνειimage

19.166 δίψα τε καὶ λιμὸς· βλάβεται δέ τε γούνατ’ ἰόντι·image

19.167 ὃς δέ κ’ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆςimage

19.168 ἀνδράσι δϋσμενέεσσι πανημέριος πολεμίζῃ .image

19.169 θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσὶν οὐδέ τι γυῖαimage

19.170 πρὶν κάμνει· πρὶν πάντας ἐρωῆσαι πολέμοιο·image

19.171 ἀλλ’ ἄγε λαὸν μὲν σκέδασον καὶ δεῖπνον ἄνωχθιimage

19.172 ὄπλεσθαι · τὰ δὲ δῶρα ἄναξ ἀνδρῶν Ἀγαμέμνωνimage

19.173 οἰσέτω ἐς μέσσην ἀγορήν· ἵνα πάντες Ἀχαιοὶimage

19.174 ὀφθαλμοῖσι ἴδωσι· σὺ δὲ φρεσὶ σῇσιν ἰανθῆς·image

19.175 ὀμνυέτω δέ τοι ὅρκον ἐν Αργείοισιν ἀναστάςimage

19.176 μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι·image

Scholia text

No texts matching urn:cts:greekLit:tlg5026: