Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 255r

Manuscript msA, page 255r

image

prev: 254v next: 255v

Iliad text

19.178 καὶ δὲ σοὶ αὐτῷ θυμὸς ἐνὶ φρεσὶν ἵλαος ἔστω·image

19.179 αὐτὰρ ἔπειτά σε δαιτὶ ἐνὶ κλισίῃς ἀρεσάσθω .image

19.180 πιείρῃ· ἵνα μή τι δίκης ἐπιδευὲς ἔχῃσθα·image

19.181 σὺ δ’ ἤπειτα δικαιότερος καὶ ἐπ’ ἄλλῳ ἔσσεαιimage

19.182 Ἀτρείδη · οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆαimage

19.183 ἄνδρ’ ἀπαρέσσασθαι ὅτε τις πρότερος χαλεπῄνη ·image

19.184 τὸν δ’ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων .image

19.185 χαίρω σεῦ Λαερτιάδη τὸν μῦθον ἀκουσας·image

19.186 ἐν μοίρῃ γὰρ πάντα διίκεο καὶ κατέλεξας .image

19.187 ταῦτα δ’ ἐγὼν ἐθέλω ὀμόσαι κέλεται δέ με θυμόςimage

19.188 οὐδ’ ἐπιορκήσω πρὸς δαίμονος· αὐτὰρ Ἀχιλλεὺςimage

19.189 μιμνέτω αὖθι τέως περ ἐπειγόμενός περ Ἄρηος .image

19.190 μίμνετε δ’ ἄλλοι πάντες ἀολλέες ὄφρα καὶ δῶραimage

19.191 ἐκ κλισίης ἔλθησι . καὶ ὅρκια πιστὰ τάμωμεν·image

19.192 σοὶ δ’ αὐτῷ τόδ’ ἐγὼν ἐπιτέλλομαι ἠδὲ κελεύω·image

19.193 κρινάμενος κούρητας ἀριστῆας Παναχαιῶνimage

19.194 δῶρα ἐμῆς παρὰ νηὸς ἐνεικέμεν ὅσσ’ Ἀχιλῆιimage

19.195 χθιζὸν ὑπέστημεν δώσειν· ἀγέμεν τε γυναῖκας·image

19.196 Ταλθύβιος δέ μοι ὦκα κατὰ στρατὸν εὐρὺν Ἀχαιῶνimage

19.197 κάπρον ἑτοιμασάτω ταμέειν Διί τ’ Ἠελίῳ τε .image

19.198 τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·image

19.199 Ἀτρείδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον ·image

19.200 ἄλλοτέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαιimage

19.201 ὁππότέ τις μετὰπαυσωλὴ πολέμοιο γένηται·image

19.202 καὶ μένος οὐ τόσον ἦσιν ἐνὶ στήθεσσιν ἐμοῖσι·image

Scholia text

No texts matching urn:cts:greekLit:tlg5026: