Manuscript msA, page 255v
| prev: 255r | next: 256r |
19.203 νῦν δ’ οἱ μὲν κέαται δεδαϊγμένοι οὓς ἐδάμασσεν
19.204 Ἕκτωρ Πριαμίδης ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν .
19.205 ὑμεῖς δ’ ἐς βρωτὺν ὀτρύνετον· ἦ τ’ ἂν ἔγωγε
19.206 νῦν μὲν ἀνώγοιμι πτολεμίζειν υἷας Ἀχαιῶν
19.207 νήστιας ἀκμήνους· ἅμα δ’ ἠελίῳ καταδύντι
19.208 τεύξεσθαι μέγα δόρπον ἐπὴν τισαίμεθα λώβην·
19.209 πρὶν δ’ οὔ πως ἂν ἔμοιγε φίλον κατὰ λαιμὸν ἱείη
19.210 οὐ πόσις οὐδὲ βρῶσις ἑταίρου τεθνηῶτος·
19.211 ὅς μοι ἐνὶ κλισίῃ δεδαιγμένος ὀξέι χαλκῷ
19.212 κεῖται ἀνὰ προθύροισι τετραμμένος· ἀμφὶ δ’ ἑταῖροι
19.213 μύρονται· τό μοι οὔ τι μετὰ φρεσὶ ταῦτα μέμηλεν
19.214 ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν·
19.215 τὸν δ’ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
19.216 ὦ Ἀχιλεῦ Πηλέος υἱὲ μέγα φέρτατ’ Ἀχαιῶν ·
19.217 κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ
19.218 ἔγχει· ἐγὼ δέ κε σεῖο νοήματί κεν προβαλοίμην
19.219 πολλὸν· ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα·
19.220 τῷ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσιν·
19.221 αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν
19.222 ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν
19.223 ἄμητος δ’ ὀλίγιστος ἐπὴν κλίνῃσι τάλαντα
19.224 Ζεὺς ὅς τ’ ἀνθρώπων ταμίης πολέμοιο τέτϋκται·
19.225 γαστέρι δ’ οὔ πως ἐστὶ νέκυν πενθῆσαι Ἀχαιούς ·
19.226 λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα
19.227 πίπτουσιν· πότε κέν τις ἀναπνεύσειε πόνοιο
No texts matching urn:cts:greekLit:tlg5026: