Manuscript msA, page 256r
| prev: 255v | next: 256v |
19.228 ἀλλά χρὴ τὸν μὲν κατ θάπτειν ὅς κε θάνησι·
19.229 νηλέα θυμὸν ἔχοντας· ἐπ’ ἤματι δακρύσαντας
19.230 ὅσσοι δ’ ἂν πολέμοιο περι στυγεροῖο λίπωνται .
19.231 μεμνῆσθαι πόσιος καὶ ἐδητύος ὄφρ’ ἔτι μᾶλλον
19.232 ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεὶ·
19.233 ἑσσάμενοι χροὶ χαλκὸν ἀτειρέα μὴ δέ τι ἄλλην
19.234 λαῶν ὀτρυντὺν ποτιδέγμενος ἰσχαναάσθω·
19.235 ἤδε γὰρ ὀτρυντύς κακὸν ἔσσεται ὅς κε λίπηται
19.236 νηυσὶν ἐπ’ Ἀργείων · ἀλλ’ ἀθρόοι ὁρμηθέντες
19.237 Τρωσὶν ἐφ’ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα
19.238 ἦ καὶ Νέστορος υἷας ὀπάσσατο κυδαλίμοιο
19.239 Φυλείδην τε Μέγητα · Θόαντά τε Μηριόνην τε·
19.240 καὶ Κρειοντιάδην Λυκομήδεα καὶ Μελάνιππον ·
19.241 βάν δ’ ἴμεν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρείδαο ·
19.242 αὐτίκ’ ἔπειθ’ ἅμα μῦθος ἔην· τετλεστο δὲ ἔργον·
19.243 ἑπτὰ μὲν ἐκ κλισίης τρίποδας φέρον οὕς οἵ ὑπέστη
19.244 αἴθονας δὲ λέβητας ἐείκοσι· δώδεκα δ’ ἵππους·
19.245 ἐκ δ’ ἄγον αἶψα γυναῖκας· ἀμύμονα ἔργ’ εἰδυίας .
19.246 ἕπτ’· ἀτὰρ ὀγδοάτην Βρισηίδα καλλιπάρῃον
19.247 χρυσοῦ δὲ στήσας Ὀδυσεὺς δέκα πάντα τάλαντα
19.248 ἦρχ’ . ἅμα δ’ ἄλλοι δῶρα φέρον κούρητες Ἀχαιῶν ·
19.249 καὶ τὰ μὲν ἐν μέσσῃ ἀγορῇ θέσαν ἀν δ’ Ἀγαμέμνων
19.250 ἵστατο· Ταλθύβιος δὲ θεῷ ἐναλίγκϊος αὐδήν
19.251 κάπρον ἔχων ἐγ χειρὶ παρίστατο ποιμένι λαῶν
19.252 Ἀτρείδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν
No texts matching urn:cts:greekLit:tlg5026: