Manuscript msA, page 256v
| prev: 256r | next: 257r |
19.253 ἥ , οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο·
19.254 κάπρου ἀπὸ τρίχας ἀρξάμενος Διὶ χεῖρας ἀνασχών
19.255 εὔχετο· τοὶ δ’ ἄρα πάντες ἐπ’ αὐτόφιν εἵατο σιγῇ
19.256 Ἀργεῖοι κατὰ μοῖραν ἀκούοντες βασιλῆος
19.257 εὐξάμενος δ’ ἄρα εἶπεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·
19.258 ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ὕπατος καὶ ἄριστος·
19.259 Γῆ τε καὶ Ἠέλιος καὶ Ἐρινύες αἵ θ’ ὑπὸ γαῖαν
19.260 ἀνθρώπους τίνυνται ὅτις κ’ ἐπίορκον ὀμόσση·
19.261 μὴ μὲν ἐγὼ κούρῃ Βρισηίδι χεῖρ’ επενεῖκαι·
19.262 οὔτ’ εὐνῆς πρόφασιν κεχρημένος οὔτέ τευ ἄλλου·
19.263 ἀλλ’ ἔμεν’ ἀπροτίμαστος ἐνὶ κλισίῃσιν ἐμῇσιν
19.264 εἰ δέ τι τῶνδ’ ἐπίορκον , ἐμοὶ θεοὶ ἄλγεα δοῖεν·
19.265 πολλὰ μάλ’ ὅσσα διδοῦσιν ὅστίς σφ’ ἀλίτηται ὀμόσσας ·
19.266 ἦ καὶ ἀπὸ στόμαχον κάπρου τάμε νηλέϊ χαλκῷ·
19.267 τὸν μὲν Ταλθύβιος πολιῆς ἁλὸς ἐς μέγα λαῖτμα
19.268 ῥὶψ’ ἐπιδινήσας βόσιν ἰχθύσιν· αὐτὰρ Ἀχιλλεύς
19.269 ἀνστὰς , Ἀργείοισι φιλοπτολέμοισι μετηύδα
19.270 Ζεῦ πάτερ· ἦ μεγάλας ἄτας ἄνδρεσσι διδοῖσθα·
19.271 οὐκ ἂν δή ποτε θυμὸν ἐνὶ στήθεσσιν ἐμοῖσιν
19.272 Ἀτρείδης ὤρινε διαμπερές οὐδέ κε κούρην
19.273 ἦγεν ἐμεῦ ἀέκοντος ἀμήχανος· ἀλλά ποθι Ζεύς
19.274 ἤθελ’ Ἀχαιοῖσιν θάνατον πολέεσσι γενέσθαι·
19.275 νῦν δ’ ἔρχεσθ’ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα ·
19.276 ὣς ἄρ ἐφώνησεν . λῦσεν δ’ ἀγορὴν αἰψηρήν
No texts matching urn:cts:greekLit:tlg5026: