Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 257r

Manuscript msA, page 257r

image

prev: 256v next: 257v

Iliad text

19.277 οἱ μὲν ἄρ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος·image

19.278 δῶρα δὲ Μυρμιδόνες μεγαλήτορες ἀμφεπένοντο ·image

19.279 βὰν δ’ ἐπὶ νῆα φέροντες Ἀχϊλλῆος θείοιο·image

19.280 καὶ τὰ μὲν ἐν κλισίῃσι θέσαν κάθισαν δὲ γυναῖκας ,image

19.281 ἵππους δ’ ἐς ἀγέλην ἔλασαν θεράποντες ἀγαυοί .image

19.282 Βρισηὶς δ’ ἄρ ἔπειθ’ ἱκέλη χρυσῇ Ἀφροδίτῃ ·image

19.283 ὡς ἴδε Πάτροκλον δεδαϊγμένον ὀξέϊ χαλκῷimage

19.284 ἀμφ’ αὐτῷ χυμένη λίγ’ ἐκώκυε· χερσὶ δ’ ἄμυσσεimage

19.285 στήθεά τ’ ἠδ’ ἁπαλὴν δειρὴν· ἰδὲ καλὰ πρόσωπα·image

19.286 εἶπε δ’ ἄρα κλαίουσα γυνὴ εἰκυῖα θεῇσιimage

19.287 Πάτροκλέ μοι δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ·image

19.288 ζωὸν μέν σ’ ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσαimage

19.289 νῦν δέ σε τεθνηῶτα κιχάνομαι ὄρχαμε λαῶν .image

19.290 ἂψ ἀνιοῦσ’ ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεὶ .image

19.291 ἄνδρα μὲν ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ .image

19.292 εἶδον προ πτόλιος δεδαϊγμένον ὀξέι χαλκῷ·image

19.293 τρεῖς τε κασιγνήτους τούς μοι μία γνατο μήτηρ·image

19.294 κηδείους· οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον·image

19.295 οὐδὲ μὲν οὐδέ μ’ ἔασκες ὅτ’ ἄνδρ’ ἐμὸν ὠκὺς Αχιλλεὺςimage

19.296 ἔκτεινεν πέρσεν δὲ πόλιν θείοιο Μύνητοςimage

19.297 κλαίειν· ἀλλά μ’ ἔφασκες Ἀχιλλῆος θείοιοimage

19.298 κουριδίην ἄλοχον θήσειν· ἄξειν δ’ ἐνὶ νηυσὶνimage

19.299 ἐς Φθίην . δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι·image

19.300 τῷ σ’ ἄμοτον κλαίω τεθνηότα· μείλιχον αἰεί·image

Scholia text

No texts matching urn:cts:greekLit:tlg5026: