Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 257v

Manuscript msA, page 257v

image

prev: 257r next: 258r

Iliad text

19.301 ὣς ἔφατο κλαίουσ’ ἐπὶ δὲ στενάχοντο γυναῖκες·image

19.302 Πάτροκλον πρόφασιν· σφῶν δ’ αὐτῶν κήδε’ ἑκάστη .image

19.303 αὐτὸν δ’ ἀμφὶ γέροντες Ἀχαιῶν ἠγερέθοντοimage

19.304 λισσόμενοι δειπνῆσαι· ὃ δ’ ἠρνεῖτο στεναχίζωνimage

19.305 λίσσομαι εἴ τις ἔμοιγε φίλων ἐπιπείθεθ’ ἑταίρωνimage

19.306 μή με πρὶν σίτοιο κελεύετε μὴ δὲ ποτῆτοςimage

19.307 ἄσασθαι φίλον ἦτορ· ἐπεί μ’ ἄχος αἰνὸν ἱκάνει .image

19.308 δύντα δ’ ἐς ἠέλιον μενέω καὶ τλήσομαι ἔμπης·image

19.309 ὣς εἰπὼν ἄλλους μὲν ἀπεσκέδασεν βασιλῆας .image

19.310 δύω δ’ Ἀτρείδα μενέτην καὶ δῖος Ὀδυσσεύςimage

19.311 Νέστωρ Ἰδομενεύς τε· γέρων θ’ ἱππηλάτα Φοῖνιξ ·image

19.312 τέρποντες πυκινῶς ἀκαχήμενον οὐδέ τι θυμῷimage

19.313 τέρπετο πρὶν πολέμου στόμα δύμεναι αἱματόεντος·image

19.314 μνησάμενος δ’ ἀδινῶς ἀνενείκατο φώνησέν τεimage

19.315 ἦ ῥὰ νύ μοι ποτὲ καὶ σύ δυσάμμορε φίλταθ’ ἑταίρωνimage

19.316 αὐτὸς ἐν κλισίῃ λαρὸν παρὰ δεῖπνον ἔθηκας·image

19.317 αἶψα καὶ ὀτραλέως· ὁπότε σπερχοίατ’ Ἀχαιοὶimage

19.318 Τρωσὶν ἐφ’ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηαimage

19.319 νῦν δὲ σὺ μὲν κεῖσαι δεδαϊγμένος· αὐτὰρ ἐμὸν κῆρimage

19.320 ἄκμηνον πόσιος καὶ ἐδητύος· ἔνδον ἐόντων ,image

19.321 σῇ ποθῇ· οὐ μὲν γάρ τι κακτερον ἄλλο πάθοιμιimage

19.322 οὐδ’ εἴ κεν τοῦ πατρὸς ἀποφθιμένοιο πυθοίμην·image

19.323 ὅς που νῦν Φθίηφι τέρεν κατὰ δάκρυον εἴβει·image

19.324 χήτει τοιοῦδ’ υἷος· ὃ δ’ ἀλλοδαπῷ ἐνὶ δήμῳ·image

19.325 εἵνεκα ῥιγεδανῆς Ἑλένης Τρωσὶν πολεμίζω·image

19.326 ἠὲ τὸν . ὃς Σκύρῳ μοι ἔνι τρέφεται φίλος υἱὸς·image

Scholia text

No texts matching urn:cts:greekLit:tlg5026: