Manuscript msA, page 258r
| prev: 257v | next: 258v |
19.327 εἴ που ἔτι ζώει γε , Νεοπτόλεμος . θεοειδής·1
19.328 πρὶν μὲν γάρ μοι θυμὸς ἐνι στήθεσσιν , εώλπει .
19.329 οἶον ἐμὲ φθίσεσθαι ἀπ’ Ἄργεος ἱ̈πποβότοιο
19.330 αὐτοῦ ἐνι Τροίῃ . σὲ δέ τε Φθίην δὲ νέεσθαι .
19.331 ὡς ἄν μοι τὸν παῖδα θοῇ ἐνι νηῒ μελαίνῃ1
19.332 Σκυρόθεν ἐξαγάγοις . καί οἱ δείξειας ἕκαστα·
19.333 κτῆσιν ἐμὴν , δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα·1
19.334 ἤδη γὰρ Πηλῆά γ’ ὀΐομαι· ἢ κατα πάμπαν
19.335 τεθνάμεν . ἤ που τυτθὸν ἔτι ζώοντ’ ἀκάχησθαι1
19.336 γήραΐ τε στυγερῷ . καὶ ἐμὴν ποτιδέγμενον αἰεὶ
19.337 λυγρὴν ἀγγελίην ὅτ’ ἀποφθιμένοιο πύθηται·
19.338 ὣς ἔφατο κλαίων . ἐπι δὲ στενάχοντο γέροντες·
19.339 μνησάμενοι τὰ , ἕκαστος ἐνι μεγάροισιν ἔλειπε·
19.340 μυρομένους δ’ άρα τούς γε ἰ̈δὼν ἐλέησε Κρονίων ·
19.341 αῖψα δ’ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδᾱ·
19.342 τέκνον ἐμόν . δὴ πάμπαν ἀποίχεαι ἀνδρὸς ἑῆος·1
19.343 ἠ νύ τοι οὐκ ἔτι πάγχυ μετα φρεσὶ μέμβλετ’ Ἀχιλλεύς ·
19.344 κεῖνος ὅ γε προπάροιθε , νεῶν ὀρθοκραιράων
19.345 ἧσται ὀδυρόμενος ἕταρον φίλον . οἱ δὲ δὴ ἄλλοι
19.346 οἴχονται μετα δεῖπνον· ὁ δ’ ἄκμηνος καὶ ἄπαστος·
19.347 ἂλλ ἰ̈́θι οἱ νέκταρ τε καὶ ἀμβροσίην ἐρατεινὴν
19.348 στάξον ἐνι στήθεσσ’ , ἵνα μή μιν λιμὸς ΐκηται·1
19.349 ὡς εἰπὼν , ὤτρυνε . πάρος μεμαυῖαν Ἀθήνην .
19.350 ἡ δ`’ ἅρπῃ εἰκυῖα τανυπτέρυγι λιγυφώνῳ1
19.351 οὐρανοῦ ἐκκατέπαλτο δι’ αἰθέρος· αὐτὰρ Ἀχαιοὶ
msA, 19.hc_1, commenting on 19.327 εἴ που ἔτι ζώει γε⁚ καὶ Ἀριστοφα προηθέτει τὸν στίχον ὡς φησὶ Καλλίστρατος τό τε γὰρ ἐπὶ παιδὸς κομιδῆ λέγεσθαι διστακτικῶς εἴ που ἔτι ζώει · καὶ ταῦτα μηδε πόρρω τῆς Σκύρου κειμένης ὕποπτον τό τε θεοειδὴς ἀκαίρως προσέρριπται· τεκμήριον δὲ τῆς διασκευῆς τὸ καὶ ἑτέρως φέρεσθαι τὸν στίχον , εἴ που ἔτι ζώει γε Πυρῆς ἐμός ὃν κατέλειπον ⁑
msA, 19.hc_2, commenting on 19.335 ἔτι ζώοντ’ ἀκάχησθαι ⁑ προπερισπᾶται ὡς λελυπῆσθαι · οἱ δὲ προπαρώξυναν ὡς Αἰολικὸν ἐν παρατατικῇ σημασία . ἐπεὶ οῖδε καὶ τὴν ἀκαχήμενος μετοχὴν τοιαύτην οἶς καὶ ἐπείσθη ἡ παράδο ⁑
msA, 19.hc_3, commenting on 19.342 τεκνον ἐμὸν ὅτι Ζηνόδοτ γράφει ἑοῖο τοῦτο δὲ παρα τὸ πρόσωπόν εστιν ⁑
msA, 19.hc_4, commenting on 19.347-19.348 ἀλλ’ ἴ̈θι οι νέκτάρ τε ὅτι κατ αμφοτέρων τὸ στάξον τῆς ἀμβροσίας καὶ τοῦ νέκταρος ἡ γὰρ ἀμβροσία ἐστι ξηρα τροφή ⁑
msA, 19.hc_5, commenting on 19.350 ἣ δ’ ἅρπη· ἅρπη . τῷ ἰκτίνῳ , οἱ δε ζῶον θαλάσσιον πολεμοῦν λάρῳ καὶ βρέννῳ φιλεῖ δὲ τὴν τροφήν ἣν ἂν συνάγει ἐπι τοῖς τάρφεσιν . καὶ ταύτην ἐπιχορηγεῖ τοῖς νεοσσοῖς . ὡς οἱκείως οὖν νῦν εἴκασε τὴν Ἀθηνὰν · οἱ δὲ ὅτι ἐφ ύψους ἱπταμενον εὐχερῶς ὅπῃ θέλει καταρράσσει ⁑
msAil, 19.hc_1, commenting on 19.348@στήθεσσ’ ** ** ι
msAim, 19.hc_1, commenting on 19.331 γράφεται σὺν νηῒ
msAim, 19.hc_2, commenting on 19.333 ουτ Αρσταρχ δμωας ἔξω τοῦ ϊ ⁑