Manuscript msA, page 258v
| prev: 258r | next: 259r |
19.352 αὐτίκα θωρήσσοντο κατα στρατόν· ἡ δ’ Ἀχιλῆϊ
19.353 νέκταρ ἐνὶ στήθεσσι καὶ ἀμβροσίην ἐρατεινην
19.354 στάξ’· ἵνα μή μιν λιμὸς ἀτερπὴς γούναθ’ ΐκηται·
19.355 αὐτὴ δὲ πρὸς πατρὸς ἐρισθενέος πυκινὸν δῶ1
19.356 ᾤχετο· τοὶ δ’ ἀπάνευθε , νεῶν ἐχέοντο θοάων·
19.357 ὡς δ’ ὅτε ταρφειαὶ νιφάδες . Διὸς ἐκποτέονται .1
19.358 ψυχραὶ , ὑπαι ῥιπῆς αἰθρηγενέος Βορέαο ·
19.359 ὡς τότε ταρφειαὶ κόρυθες λαμπρὸν γανόωσαι
19.360 νηῶν ἐκφορέοντο· καὶ ἀσπίδες ὀμφαλόεσσαι·
19.361 θώρηκές τε κραταιγύαλοι καὶ μείλινα δοῦρα·1
19.362 αἴγλη δ’ οὐρανὸν ΐκε · γέλασσε δὲ πᾶσα περι χθῶν
19.363 χαλκοῦ ὑπο στεροπῆς . ὑπο δὲ κτύπος όρνυτο ποσσὶν
19.364 ἀνδρῶν· ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεύς ·
19.365 τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε· τὼ δέ οἱ ὄσσε1
19.366 λαμπέσθην , ὡς εἴ τε πυρὸς σέλας· ἒν δέ οἱ ῆτορ
19.367 δῦν’ ἄχος ἄτλητον· ὁ δ’ ἄρα Τρωσὶν μενεαίνων
19.368 δύσετο δῶρα θεοῦ . τά οἱ Ἥφαιστος κάμε τεύχων·
19.369 κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
19.370 καλὰς . ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
19.371 δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν έδυνε·
19.372 ἀμφι δ’ ὰρ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον .
19.373 χάλκεον· αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε
19.374 εἵλετο· τοῦ δ’ ἀπάνευθε σέλας γένετ’ , ἠΰτε μήνης·
19.375 ὡς δ’ ὅτ αν ἐκ πόντοιο , σέλας ναύτῃσι φανῄῃ
19.376 καιομένοιο πυρός , τό τε καίεται ὑψόθ’ ὄρεσφι1
msA, 19.hc_6, commenting on 19.357 ὡς δ’ ὅτε ταρφειαι· Ἀρίσταρχ ἀνέγνω ὡς πυκναὶ οὕτως δὲ καὶ ὁ Ἀσκαλωνίτης καὶ ἐπείσθη ἡ παράδοσις ⁑
msA, 19.hc_7, commenting on 19.361 θώρηκες τε κραταιγύαλοι· ὅτι οἱ κραταιοὶ κατα τὰ γύαλα καὶ κύτη καὶ κοιλώματα . ἀπο δε μέρους οἱ όλοι κραταιοὶ γύαλον γὰρ πᾶν τὸ κοῖλον τοῦ θώρακος ⁑
msA, 19.hc_8, commenting on 19.365 τοῦ καὶ ὀδόντων μὲν· ἀθετοῦνται στίχοι τέσσαρες· γελοῖον γὰρ τὸ βρυχᾶσθαι τὸν Ἀχιλλέα , ἥ τε συνέπεια οὐδὲν ζητεῖ διαγραφέντων αὐτῶν· ὁ δε Σιδώνιος ἡθετηκέναι μὲν τὸ πρῶτον φησὶν αὐτῶν τὸν τοὺς ἀριθμοὺς ὕστερον δὲ περιελεῖν τοὺς οβελοὺς ποιητικὸν νομίσαντ τὸ τοιοῦτο· ὁ μέντοι Ἀμμώνιος ἐν τῷ Περι τῆς ἐπεκδοθείσης διορθώσεως οὐδὲν τοιοῦτο λέγει διπλὴν δὲ προσθετέον τὸ δῦν ἄχος ἄτλητον ὁ δ’ ἄρα Τρωσὶ μενεαίνων ὅτι τὸ μενεαίνων νῦν θυμούμενος σημαίνει ⁑
msAim, 19.hc_3, commenting on 19.355 ἐν άλλῳ αὐτῇ δ’ αῦ ⁑
msAim, 19.hc_4, commenting on 19.376 Αρισταρχ τό τε καίεται ⁑