Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 259r

Manuscript msA, page 259r

image

prev: 258v next: 259v

Iliad text

19.377 σταθμῷ ἐν οἰοπόλῳ . τοὺς δ’ οὐκ εθέλοντας ἄελλαιimage

19.378 πόντον ἐπ’ ϊχθυόεντα . φίλων ἀπάνευθε φέρουσιν .image

19.379 ὡς ἀπ’ Ἀχιλλῆος σάκεος σέλας αἰθέρ’ ΐκανενimage

19.380 καλοῦ . δαιδαλέου· περὶ δὲ τρυφάλειαν ἀείρᾱςimage1

19.381 κρατὶ θέτο βριαρήν· ἡ δ’ ἀστὴρ ὡς ἀπέλαμπενimage

19.382 ἵππουρις τρυφάλεια· περισσείοντο δ’ έθειραιimage

19.383 χρύσεαι . ἃς Ἥφαιστος ΐει λόφον ἀμφὶ θαμειάς·image

19.384 πειρήθη δ’ , ἕο αὐτοῦ ἐν έντεσι δῖος Ἀχιλλεὺς ·image1, 2

19.385 εἴ οἱ ἐφαρμόσσειε . καὶ ἐντρέχοι ἀγλαὰ γυῖα·image1

19.386 τῷ δ’ ηῦτε πτερὰ γίγνετ’ . ἄειρε δὲ ποιμένα λαῶν·image1, 2, 3, 4

19.387 ἐκ δ’ ἄρα σύριγγος πατρώϊον ἐσπάσατ’ ἔγχοςimage1

19.388 βριθὺ , μέγα . στιβαρόν· τὸ μὲν οὐ δύνατ’ ἄλλος Ἀχαιῶνimage1

19.389 πάλλειν· ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεὺςimage

19.390 Πηλιάδα μελίην . τὴν πατρὶ φίλῳ τάμε Χείρωνimage1

19.391 Πηλίου ἐκ κορυφῆς . φόνον ἔμμεναι ἡρώεσσιν·image1

19.392 ἵ̈ππους δ’ Αὐτομέδων τε καὶ Ἄλκιμος ἀμφιέποντεςimage1

19.393 ζεύγνυον· ἀμφὶ δὲ καλὰ λέπαδν’ ἕσαν . ἐν δὲ χαλινου̏ςimage1, 2

19.394 γαμφηλῇς ἔβαλον· κατὰ δ’ ἡνία τεῖναν ὀπίσσωimage

19.395 κολλητὸν ποτὶ δίφρον· ὁ δὲ μάστιγα φαεινὴνimage

19.396 χειρὶ λαβὼν ἀραρυῖαν , ἐφ’ ἵπποιϊν ἀνόρουσεν·image

19.397 Αὐτομέδων · ὄπιθεν δὲ κορυσσάμενος βῆ Ἀχιλλεὺς .image

19.398 τεύχεσι παμφαίνων , ὥς τ’ ἠλέκτωρ Ὑπερίων ·image1

19.399 σμερδαλέον δ’ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο·image

19.400 Ξάνθέ τε καὶ Βαλίε . τηλεκλυτὰ τέκνα Ποδάργης .image1

19.401 ἄλλως δὴ φράζεσθε σαωσέμεν ἡνιοχῆαimage1

Scholia text

msA, 19.hc_9, commenting on 19.380 καλοῦ δαιδαλέου⁚ ὅτι ἀναλαβὼν τὴν ἀσπίδα μετα ταυτ ἐπι πᾶσι τὴν περικεφαλαίαν τίθησιν ⁑image

msA, 19.hc_10, commenting on 19.384 πειρήθη δ’ ἕο αὐτοῦ· ὅτι Ζηνοδοτος γράφει ἑοῦ αυτοῦ συγχεῖ δὲ τὸ σύναρθρον ἀντι ἀπολελυμένου λαμβάνων ⁑image

msA, 19.hc_11, commenting on 19.385 τὴν οι ἀντωνυμίαν περισπᾷ ὁ Ἀσκαλωνίτης καὶ φησὶ κεῖσθαι δοτικὴν ἀντι γενικῆς . οἱ δὲ βαρυτονοῦσιν· ἔστι μὲν οὖν καὶ ἐγκλϊτικὴν εὑρέσθαι τὴν οἱ ἀντι γενικῆς κειμένην ὥσπερ ἐπι τοῦ οἱ δέ οἱ ἐβλάφθησαν ἔστι δὲ καὶ ὀρθοτονουμε ἀντὶ αιτιατ ὥσπερ ἐπι τοῦ νευσ ἐπι οἱ καλέσας . καὶ προτί οἱ δὲ λαβῶν ἔντερα · οὐ μέντοι ποτὲ ἐν τῆ καλουμένῃ ἐπιταγματικῇ συντάξει ἄλογον γὰρ τὸ τοιοῦτον ὥστε ἐπιφέρεσθαι τὴν αὐτοῦ γενικὴν καὶ τὴν οι προκεῖσθαι δοτικὴν ὑπάρχουσαν ὅπερ οὐχ ὑγιές· ἀεὶ γὰρ ταῖς πρωτοτύποις ὁμοιοπτῶτος συντάσσεται ἡ αὐτοῦ ἀντωνυμία· πιστέον οὖν Ἀριστάρχῳ γράφοντι πειρήθη δ’ ἕο αυτοῦ ⁑image

msA, 19.hc_12, commenting on 19.386 τῷ δ’ εῦτε , πτερὰ οὕτως γραπτέον τῷ δ’ εῦτε ἵνα ᾗ ὡσεὶ πτερὰ δια τὴν κουφότητα ἔξωθεν δὲ τὸ ως . πρότερον δὲ γράφων ὁ Ἀρίσταρχ τῷ δ’ εὗτε καὶ κατα συστολὴν δεχόμενος ἀντι τοῦ ηῦτε ὡς επι τοῦ εὐτ ορεος κορυφῇσι μετέγραψεν ὕστερον τῷ δ’ αὖτε , ἐμφατικώτερον νομίσας εἶναι ὑπακουομένου τοῦ ως ὡς κἀκεῖ καί ρ’ ἀπολείβεται ⁑image

msA, 19.hc_13, commenting on 19.386 τῷ δ’ εὖτε , οὕτως εὗτε Ἀρίσταρχ συνέσταλται δὲ τὸ ηῦτε καὶ δια τοῦ ε εἴρηται· παρα δε Ἀριστοφά τῷ δ’ ὥστε , ἐν δὲ ταῖς ἀπο τῶν πόλεων τῶν δ’ αὖτε ⁑image

msA, 19.hc_14, commenting on 19.387 ἐκ δ’ ἄρα σύριγγος· ἀθετοῦνται στίχοι τέσσαρες . ὅτι ἐκ τοῦ Πατρόκλου ὁπλισμοῦ μετάκεινται· ἡ δὲ περιεστιγμένη διπλῆ ὅτι ἐνταῦθα μὲν αὐτοὺς Ζηνόδοτος καταλέλοιπεν ἐπι δε Πατρόκλου ἠθέτηκεν· ἐκεῖ δὲ ἀναγκαίως λέγονται ἵνα γνῶμεν δια τί οὐκ έλαβε τὴν μελίαν ⁑image

msA, 19.hc_15, commenting on 19.398 ἠλέκτωρ⁚ ὁ εἰς λέκτρον μη χόμενος ἢ παρα τὸ μὴ κοιμᾶσθαι εἰλούμενον διὸ ἵππους αὐτῷ οὐχ ὑποζεύγνυσι· τὸν δὲ ουνον ὄχημα αὐτοῦ φησιν . ἢ μάλλον ὁ μὴ κοιμίζων· τὰ γὰρ εἰς τωρ κατ ενέργειαν τάσσει ὡς τὸ σημάντωρ κοσμήτωρ · λέγω δὲ τὸ κοιμίζω λέξον δή με τάχιστα ⁑image

msA, 19.hc_16, commenting on 19.400 Ξάνθε τε καὶ Βαλίε . σημειοῦνται τινὲς ὅτι ἐντεῦθεν ἡ διασκευὴ τοῦ τεθρίππου πεποίηται· Ξανθέ τε καὶ σὺ Πόδαργε ⁑image

msAext, 19.hc_1, commenting on 19.386 ** ** εῦτε image

msAext, 19.hc_2, commenting on 19.401 ** ** ἡνιοχῆας image

msAext, 19.hc_3, commenting on 19.402 ** ** ἕωμεν image

msAil, 19.hc_4, commenting on 19.393@ἕσαν ** ** περιέβαλον⁚ image

msAim, 19.hc_5, commenting on 19.384 ουτ εο αὐτοῦ αἱ Ἀρισταρχ Ζηνοδ εου αυτοῦ ⁑image

msAim, 19.hc_6, commenting on 19.392 οτ τὸν Ἀλκιμέδοντ νῦν Αλκιμον λέγει ⁑image

msAint, 19.hc_1, commenting on 19.386 Αρισταρχ εῦτεimage

msAint, 19.hc_2, commenting on 19.388 οὐδὲ ἐν ταῖς ἄλλαις ησαν οἱ αθετούμενοι ⁑image

msAint, 19.hc_3, commenting on 19.390 καὶ πόρε Xείρων ⁑image

msAint, 19.hc_4, commenting on 19.391 ουτ πληθυντικῶς αι Αρισταρχ ⁑image

msAint, 19.hc_5, commenting on 19.393 ουτ δια τοῦ ο ζεύγνυον ⁑image