Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 259v

Manuscript msA, page 259v

image

prev: 259r next: 260r

Iliad text

19.402 ὰψ Δαναῶν ἐς όμιλον . ἐπεί χ’ ἑῶμεν πολέμοιο·image1, 2, 3

19.403 μηδ’ ὡς Πάτροκλον λίπετ’ αὐτοῦ τεθνειῶτα ·image1, 2

19.404 τὸν δ’ ὰρ ὑπὸ ζυγόφιν προσέφη πόδας αἰόλος ἵπποςimage

19.405 Ξάνθος . ἄφαρ δ’ ἤμυσε καρήατι . πᾶσα δὲ χαίτηimage1

19.406 ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν οῦδας ΐκανεν·image

19.407 αὐδήεντα δ’ έθηκε θεὰ λευκώλενος Ἥρη ·image1

19.408 καὶ λίην σ’ ἔτι νῦν γε σαώσομεν ὄβριμ’ Ἀχιλλεῦ ·image

19.409 ἀλλά τοι ἐγγύθεν ἦμαρ ὀλέθριον . οὐδέ τοι ἡμεῖςimage

19.410 αἴτιοι· ἀλλὰ θεός τε μέγας καὶ Μοῖρα κραταιή·image

19.411 οὐδὲ γὰρ ἡμετέρῃ βραδυτῆτί τε νωχελίῃ τεimage

19.412 Τρῶες ἀπ’ ὤμοιϊν Πατρόκλου τεύχε’ ἕλοντο·image

19.413 ἀλλὰ θεῶν ὥριστος , ὃν ἠΰκομος τέκε Λητὼ .image

19.414 ἔκταν’ ἐνι προμάχοισι· καὶ Ἕκτορι κῦδος ἔδωκε·image

19.415 νῶϊ δὲ καὶ κεν ἅμα πνοιῇ Ζεφύροιο θέοιμενimage

19.416 ἥν περ ἐλαφροτάτην φὰσ’ ἔμμεναι· ἀλλὰ σοὶ αὐτῷimage1

19.417 μόρσιμόν ἐστι θεῷ τε καὶ ἀνέρι ῗφι δαμῆναι·image

19.418 ὡς ἄρα φωνήσαντος . Ἐρινύες ἔσχεθον αὐδήν .image1

19.419 τὸν δὲ μέγ’ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·image

19.420 Ξάνθε , τί μοι θάνατον μαντεύεαι· οὐδέ τι σε χρή·image

19.421 εῦ ναί τοι οἶδα καὶ αὐτὸς . ὅ μοι μόρος ἐνθάδ’ ὀλέσθαιimage

19.422 νόσφι φίλου πατρὸς καὶ μητέρος· ἀλλὰ καὶ ἔμπηςimage

19.423 οὐ λήξω . πρὶν Τρῶας άδην ελάσαι πολεμοιο·image

19.424 ῆ ῥα· καὶ ἐν πρώτοις ϊάχων ἔχε μώνυχας ἵ̈ππουςimage

Scholia text

msA, 19.hc_17, commenting on 19.402 ‡ ὰψ Δαναῶν ⁚ ὅτι δασυντέον τὸ εῶμεν · ἔστι γὰρ ἄδην ἔχομεν κορεσθῶμεν ⁑image

msA, 19.hc_18, commenting on 19.407 αὐδήεντα δ’ έθηκε⁚ ἀθετεῖται ὡς περιττὸς καὶ ἐναντιον ἔχων ἐπιφέρει γὰρ ὡς ἄρα φωνήσαντες Ἐρινύες ἔσχεθον αὐδήν . ὡς δηλονότι καὶ παρασχοῦσαι τοιοῦτος γὰρ ὁ ποιητ · τὸν μὲν ἀρίζηλον θῆκε θεὸς ὥσπερ ἔφηνεν ⁑image

msA, 19.hc_19, commenting on 19.405 ἤμυσε καρήατι⁚ παρέκλινε τὴν κεφαλήν αὐτοῦ ταχέως δὲ εἰς θάττερον μέρος ἔκλινε τὴν κεφαλήν· παρεπιστρέψας εἰς τοῦπίσω ὡς προσβλέψων τῷ Ἀχιλλεῖ μέλλων αὐτ διαλέγεσθαι ⁑image

msA, 19.hc_20, commenting on 19.416 ἥνπερ ἐλαφρότατον· ἀθετοῦνται στιχ καὶ οῦτοι οἱ δύο ὅτι οὐκ αναγκαῖοι εἰσὶν . οἵδαμεν γὰρ ὅτι ἡ πνοὴ ἐλαφροτάτῃ ἐστί· τὸ δὲ καὶ προσθεῖναι φασὶν ὡς ἀπο ϊστορίας ἐστι παρειληφότα ἀγνοούμενόν τι καὶ ἀπίθανον ἵππον λέγειν φασὶν ὥσπερ ἄνδρα πολυΐστορα ⁑image

msA, 19.hc_21, commenting on 19.418 ὡς ἄρα φωνήσαντος· οὕτως εἰπόντος φησὶ τοῦ ἵππου ἐπέσχον αὐτοῦ αἱ Ἐρινύες τὴν φωνὴν πάντα γὰρ τὰ παράλογα καὶ τεράστια δοκεῖ ὑπο Ἐρινύων γίνεσθ ἡ διπλῆ δὲ πρὸς τὴν ἀθέτησιν τοῦ αὐδήεντα δ’ ἔθηκεν · εἰ γὰρ ἡ Ἥρα παρέσχεν καὶ ἐπισχεῖν ὄφειλεν οὐχ αἱ Ἐρινύες ⁑ ⁑image

msAext, 19.hc_4, commenting on 19.403 ** ** αὐτόθι image

msAim, 19.hc_7, commenting on 19.402 ἐν αλλ · ὰψ λαῶνimage

msAim, 19.hc_8, commenting on 19.403 γράφεται λίπετ’ αὐτόθι ⁑image