Manuscript msA, page 25r
prev: 24v | next: 25v |
2.36 τὰ φρονέοντ’ ἀνὰ θυμὸν , ἅ , ρ’ οὐ τελέεσθαι ἔμελλε :1, 2, 3, 4
2.37 φῆ γὰρ ὅ γ’ αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ :1, 2
2.38 νήπιος . οὐδὲ τὰ ᾔδη ἅ , ῥα Ζεὺς μήδετο ἔργα :1
2.39 θήσειν γὰρ ἔτ’ ἔμελλεν ἐπ’ ἄλγεά τε στοναχάς τε1, 2
2.40 Τρωσί τε καὶ Δαναοῖσι διὰ κρατερὰς ὑσμίνας :1
2.41 ἔγρετο δ’ ἐξ ὕπνου : θείη δέ μιν ἀμφέχυτ’ ὀμφή .1, 2
2.42 ἕζετο δ’ ὀρθωθεὶς . μαλακὸν δ’ ἔνδυνε χιτῶνα1, 2
2.43 καλὸν νηγάτεον : περι δὲ μέγα βάλλετο φᾶρος :1, 2, 3, 4
2.44 ποσσὶ δ’ ὑπο λιπαροῖσιν , ἐδήσατο καλὰ πέδιλα :1
2.45 ἀμφι δ’ ὰρ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον :1, 2
2.46 εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί ;1, 2
2.47 σὺν τῷ ἔβη κατα νῆας Ἀχαιῶν χαλκοχιτώνων :
2.48 Ἠὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν Ὄλυμπον 1, 2, 3
2.49 Ζηνὶ φόως ἐρέουσα , καὶ ἄλλοις ἀθανάτοισιν :1
2.50 αὐτὰρ ὃ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε1
2.51 κηρύσσειν ἀγορὴν δὲ κάρη κομόωντας Ἀχαιούς :1
2.52 οἱ μὲν ἐκήρυσσον : τοι δ`’ ἠγείροντο μάλ’ ὦκα :1, 2
2.53 βουλὴν δὲ πρῶτον μεγαθύμων ἵ̈ζε γερόντων1, 2, 3, 4, 5, 6
2.54 Νεστορέῃ παρὰ νηῒ πυλοιγενέος βασιλῆος :
2.55 τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἠρτύνετο βουλήν :1, 2
2.56 κλῦτε ξιφος φίλοι : θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος1, 2, 3, 4, 5
2.57 ἀμβροσίην διὰ νύκτα : μάλιστα δὲ Νέστορι δίῳ
2.58 εἶδός τε : μέγεθός τε : φυήν τ’ ἄγχιστα ἐῴκει :1, 2
2.59 στῆ δ’ ὰρ ὑπερ κεφαλῆς . καί με πρὸς μῦθον ἔειπεν :
2.60 εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο .1
msA, 2.54, commenting on 2.36 Τὰ φρονέοντ’ ἀναθυμον· προς τὸ σχῆμα ὅτι ἔμελλον : ἡμεῖς δὲ ἐροῦ ἔμελλεν ἑνικῶς . καὶ ὅτι τὸ ἔμελλον ἀντι τοῦ ἐῴκεσαν ⁑
msA, 2.55, commenting on 2.41 ἔγρετο δ’ ἐξ ύπνου· ὅτι ὀμφὴ ἡ θεία κληδὼν οὐ πάσα φήμη διὃ καὶ ὁ Ζεῦς πανομφαῖος , ὁ κληδόνιος : ὀμφὴ δὲ ἡ τὸ ὂν φαίνουσα : λέγει δὲ ὅτι ἔναυλον εἶχε τὴν τοῦ ὀνείρου φωνήν . ἐμφαντικὸν δὲ τὸ ἀμφέχυτο προς τὸ μηδὲν αυτῆς ἐπιλελῆσθαι ⁑
msA, 2.60, commenting on 2.45 ἄμφι δ ἂρ ὤμοισιν· ὅτι τὸ Ἀγαμέμνονος νῦν μὲν ἀργυρόηλον ἐν ἄλλοις δὲ χρυσόηλον : καὶ Εὐριπίδης : σφυὸν σιδηρᾶ κέντρα εἰπὼν ἐν ἄλλοις φησί χρυσοδέτοις περόναις . τὰ τοιαῦτα δὲ κυρίως οὐ λέγεται ἀλλα κατ επιφοραν ἐστι ποιητικῆς ἀρεσκείας . ὥσπερ δὲ τὰ περι τὸν θώρακα καὶ τὴν ἀσπίδα διαφορώτερον φράζει , οὕτω καὶ τὸ ξίφος κοσμεῖ ⁑
msA, 2.61, commenting on 2.46 ἄφθιτον· τὸ μηδέπω φθαρὲν οὔπω γὰρ ἦν ὑπὸ τῶν Ἡρακλειδῶν ᾑρημένον ἢ ὅτι Ἡφαιστότευκτον . οὐκ ἀκριβολογεῖται δὲ νῦν περι αὐτοῦ ἀλλ’ ἑξῆς ⁑
msA, 2.62, commenting on 2.48 ἠὼς μέν ῥα πρὸς τῶν ἡμερῶν ἀριθμὸν ὅτι τρίτη καὶ εἰκοστή : δέκα μὲν μέχρι τῆς μήνιδος , δώδεκα τῶν θεῶν ἐν Αἰθιοπῆᾳ ὄντων . ἡ δὲ ἀνατολὴ αὕτη τρίτη καὶ εἰκοστῆ ἐστιν : καὶ ὅτι όρος ὁ Ὄλυμπος διὃ καὶ μακρός ⁑
msA, 2.63, commenting on 2.53 ϊζε γερόντων· γέροντας ὁ ποιητὴς τοὺς γερασμίους φησὶ διδάσκων ὅτι δεῖ τοὺς ἡγεμόνας οὐ μόνον καθ’ ἡλικίαν ἀλλὰ καὶ προ ηλικίας φαίνεσθαι γέροντας τοῖς ήθεσιν ⁑
msA, 2.65, commenting on 2.53 ἵ¨ζε γερόντων· ἡ κοινὴ τὸ ἱ¨ζε συστέλλει φθάνει δὲ τῆν Λακώνων πολιτείαν βουλὴν γερόντων καὶ δύο βασιλεῖς λέγων ⁑
msA, 2.66, commenting on 2.56 τοὺς ὅ γε συγκαλέσας· ὅτι Ζηνόδοτος γράφει αὐτὰρ ἐπεί ῥ ἤγερθεν ὁμηγερέες τ’ εγενοντο τοῖσι δ’ ἀνισταμενος μετέφη κρείων Αγαμεμνων ἀπίθανον δὲ ἐν επτὰ ορθὸν δημηγορεῖν ⁑
msA, 2.67, commenting on 2.56 κλῦτε φίλοι· ὅτι Ζηνοδοτος γράφει θεῖόν μοι ἐνὕπνιον οὐ λέγει δὲ ὡς ἡμεῖς : αλλ αντι τοῦ κατα τοὺς ὕπνους ἐνὑπνίως . ὁ δε ἀστερίσκος ὅτι ἐν τῇ τῆς Ὀδυσσείας κακῶς φέρεται ⁑
msA, 2.68, commenting on 2.60 εὔδεις Ἀτρέος υἱ+ὲ· ὅτι Ζηνόδοτος συντέτμηκεν οὕτως εἰπὼν ἀνώγει σε πατὴρ ὑψίζυγος αἰθέρι ναίων : Τρωσὶ μαχήσασθαι προτὶ Ί¨λιον : ὡς ὁ μὲν εἰπὼν ᾤχετ’ ἀποπταμενος : τὰ δὲ ἀπαγγελτικὰ ἐξ ανάγκης δὶς καὶ τρὶς ἀναπολεῖται ταῖς αὐταῖς λέξεσι καὶ οὐ δυσωπητέον ἀναγκαῖον γὰρ καὶ τοῖς συγκεκλημένοις βουλευταῖς διηγήσασθαι ⁑
msAil, 2.75, commenting on 2.36 ταῦτα λογιζόμε
msAil, 2.76, commenting on 2.37 ελογίσατο
msAil, 2.77, commenting on 2.37 λαβεῖν πορθήσειν
msAil, 2.78, commenting on 2.38 εβουλεύετο
msAil, 2.79, commenting on 2.39 ποιήσειαι
msAil, 2.80, commenting on 2.39 ἐπ αυτοὶς κακα
msAil, 2.81, commenting on 2.40 μάχας
msAil, 2.82, commenting on 2.41 θεία δὲ αὐτὸν εῖχεν κληδων ὅ ἐστιν ἐμνθησ τὸν Όμηρον ⁑
msAil, 2.84, commenting on 2.43 νεωστὶ κατεσκευασμένον
msAil, 2.85, commenting on 2.43 ϊμάτιον
msAil, 2.86, commenting on 2.45 σπάθη
msAil, 2.87, commenting on 2.46 ἀδιάφθαρτον αἰώνιον ὅτι οὐκ εδοθ ἐκ τοῦ γένους ἑτέρῳ
msAil, 2.88, commenting on 2.48 ἀνέτειλεν
msAil, 2.90, commenting on 2.51 βοᾶν συγκαλεῖν εἰς τ συνέδριον :
msAil, 2.91, commenting on 2.52 πανυ σπουδ ⁑
msAil, 2.92, commenting on 2.53 τὸ προβούλε
msAil, 2.93, commenting on 2.53 εκάθιζε
msAil, 2.95, commenting on 2.55 ἐποίησεν
msAil, 2.96, commenting on 2.56 ἀκούσατε
msAil, 2.97, commenting on 2.56 ονοματικὸν επίρρημα ἀντὶ τοῦ ενυπνίως ⁑
msAil, 2.99, commenting on 2.58 ἔγγιστα
msAim, 2.69, commenting on 2.36 δασυντέον τὸ α ἄρθρον γαρ ἐστι καὶ δύο με λο ἅ ρα ἃ δη ⁑
msAim, 2.70, commenting on 2.49 ὅτι μεταφορικῶς τὸ ερέουσα ἀντὶ τοῦ σημαίνουσα·
msAim, 2.71, commenting on 2.52 ἐπι τὸ κήρυσσον ἄνω πρώτη στιγμὴ ἥτις δύο δύναται χρόνους σιωπῆς ⁑
msAint, 2.72, commenting on 2.48 ὅτι οἱ πρὸς ἠὼ ὄνειροι ἀληθεῖς πεπτωμένων τῶν σιτίων ⁑
msAint, 2.73, commenting on 2.53 διασταλτεον τὸ ἵζε τὴν ἄρχουσαν ⁑
msAint, 2.74, commenting on 2.56 τελεία στιγμὴ΄ ἐπι τὸ φίλοι : αὐτοτελὴς γὰρ ὁ λογ ·