Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 25v

Manuscript msA, page 25v

image

prev: 25r next: 26r

Iliad text

2.61 οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα .image

2.62 ᾧ λαοί τ’ ἐπιτετράφαται καὶ τόσσα μέμηλε :image

2.63 νῦν δ’ ἐμέθεν ξύνες ὦκα . Διὸς δέ τοι ἄγγελός εἰμιimage

2.64 ὃς σεῦ ἄνευθεν , ἐὼν μέγα κήδεται ἠδ’ ἐλεαίρει :image1

2.65 θωρῆξαί σε , κέλευε , κάρη κομόωντας Ἀχαιοὺς image1

2.66 πανσυδίῃ : νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιανimage

2.67 Τρώων : οὐ γὰρ ἔτ’ ἀμφὶς Ὀλύμπια δώματ’ ἔχοντες .image

2.68 ἀθάνατοι φράζονται , ἐπέγναμψεν γὰρ ἅπανταςimage

2.69 Ἥρη λισσομένη : Τρώεσσι δὲ κήδε’ ἐφἧπταιimage

2.70 ἐκ Διὸς : ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν : ὡς ὁ μὲν εἰπὼνimage1

2.71 ᾤχετ’ ἀποπτάμενος , ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνἧκεν .image1, 2

2.72 ἀλλ’ ἄγετ’ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν :image1

2.73 πρῶτα δ’ ἐγὼν ἔπεσιν πειρήσομαι ἣ θέμις ἐστίν :image1, 2, 3

2.74 καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω :image1, 2

2.75 ὑμεῖς δ’ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν :image1

2.76 Ἤτοι ὅ γ’ ὡς εἰπὼν κατ’ ὰρ ἕζετο : τοῖσι δ’ ἀνέστηimage1

2.77 Νέστωρ , ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος .image1, 2

2.78 ὅ σφιν . ἔϋ φρονέων ἀγορήσατο καὶ μετέειπεν :image

2.79 ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες :image1

2.80 εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε .image1

2.81 ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον :image1, 2, 3

2.82 νῦν δ’ ἴδεν . ὃς μέγ’ ἄριστος Ἀχαιῶν εὔχεται εἶναι :image

2.83 ἀλλ’ ἄγετ’ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν .image

2.84 ὡς ἄρα φωνήσας βουλῆς ἐξῆρχε , νέεσθαι :image1

2.85 οἱ δ`’ ἐπανέστησαν , πείθοντό τε ποιμένι λαῶνimage1, 2

Scholia text

msA, 2.100, commenting on 2.73 πρῶτα δ’ ἐγῶν· οἶδεν αὐτοὺς ἀποκάμοντας τῷ χρόνῳ καὶ τῷ λοιμῷ καὶ τῆ ἀποστάσει Ἀχιλλέως παρακαλεῖν δ’ οὐκ ἐνῆν τὸν πρώην λέγοντα στυγέει δὲ καὶ ἄλλος ἴσον ἐμοὶ φᾶσθαι : ἀλλ οὔτε ἐπιτάσσει μή πως ἀντιλεγόντων δευτέρα στάσις γένηται . ἄλλως τε : τῇ παραδόξῳ χαρᾷ καὶ λύπη τὴν ποίησιν ἐκτραγῳδεῖ φίλτρον τὲ πορίζεται ἑαυτῷ : μισεῖ γὰρ τοὺς ῥιψοκινδύνους στρατηγοὺς ὁ στρατός . καὶ εἰ μὲν κατεδέξαντο φυγεῖν , εἶργεν δια τῶν βασιλέων : εἰ δὲ μὴ ἐλάνθανε τὸ βούλευμα ⁑image

msA, 2.101, commenting on 2.73 ἢ θέμις ἐστιν· τὸ ητ δασυντέον οὐ γὰρ ἐστι σύνδεσμος . ἀλλ’ ϊσοδυναμοῦν , τῷ ὡς ἐπίρρήματι .image

msA, 2.103, commenting on 2.76 ητοι ὅγ’ ὡς εἰπῶν· ἀπὸ τούτου ἕως τοῦ ἀλλ άγετ’ αἰ κέν πως ἀθετοῦντοι στίχοι ὀκτώ . ὅτι καὶ οὐκ ὀρθοῦ εἰρηκότος τοῦ Αγαμέμνονος λέγει ἥτοι ὅγ’ ὡς εἰπὼν κατ ἄρ έζετο : ὅπερ ἀπίθανον , καὶ ὅτι οὐδὲν περισσὸν λέγει ὁ Νέστωρ ἀλλὰ καὶ εὔηθες τὸ εἰπεῖν εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε ψεῦδός κεν φαῖμεν οὐ γὰρ κατὰ διαφορὰν οἱ δυνατώτεροι ἀληθεῖς ὀνείρους ὁρῶσιν : αἰρομένων δὲ αὐτῶν , ὀρθῶς ἐπι τοῦ Αγαμέμνονος ἐπενεχθήσεται πείθοντο δὲ ποιμένι λαῶν : μὴ παρόντος γὰρ τοῦ Ἀγαμέμνονος τὸν Νέστορα λέγειν ποιμένα λαῶν : ἄτοπον γὰρ τούτῳ ἕπεσθαι τοὺς ἄλλους ⁑image

msA, 2.105, commenting on 2.81 ψεῦδός κεν· οἷς οἱκεῖον τὸ μεριμνᾶν τούτοις ἀληθεῖς αἱ ἐμφάσεις : καὶ ᾧ ἡ ἀποτυχίᾳ κίνδυνον φέρει οὐκ ὰν ψεύσαιτο ⁑image

msA, 2.106, commenting on 2.85 οἱ δ’ ἐπανέστησαν· διαστολὴ ἐπι τὸ ἀνέστησαν καὶ λαῶν . κοινὸν δὲ τὸ σκηπτοῦχοι βασιλῆες κατ αμφοτέρων ⁑image

msAil, 2.112, commenting on 2.71 ἀπήρχετο ταχέως ἀπελθών·image

msAil, 2.113, commenting on 2.71 κατέλιπ ·image

msAil, 2.114, commenting on 2.73 ὡς νενόμιστ καὶ ὡς προσηκόν ἐστινimage

msAil, 2.115, commenting on 2.74 πολυκαθέδροις ἐξ οῦ πολυκώποις ⁑image

msAil, 2.117, commenting on 2.79 καὶ πρόβουλοιimage

msAil, 2.119, commenting on 2.81 χωριζοίμεθα ⁑image

msAim, 2.107, commenting on 2.70 ὅτι οὐ λέγει μηδενὶ εἴπης ἀλλ οῖον φύλαξον ταῖς φρεσὶ καὶ διαμνημόνευσον ⁑image

msAim, 2.108, commenting on 2.77 μετὰ τὸ ὄνομα βραχὺ διασταλτέον μετα δὲ τὸ τελος τοῦ στίχου τελείαν στιγμὴν θετέον ⁑image

msAint, 2.109, commenting on 2.64 ὅτι ὑπὸ τῆς Ίριδος πρὸς Πρίαμον δεόντως λέγεται ⁑image

msAint, 2.110, commenting on 2.72 ὅτι συνεσταλμένως θωρήξομεν ἀντὶ τοῦ θωρήξωμεν ⁑image

msAint, 2.111, commenting on 2.80 ὑποστιγμὴ ἐπι τὸ ένισπε δια τὸν ει σύνδεσμον :image