Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 260r

Manuscript msA, page 260r

image

prev: 259v next: 260v

Iliad text

20.1 ὡς οἱ μὲν παρὰ νηυσὶ κορωνίσι θωρήσσοντοimage1

20.2 ἀμφὶ σὲ Πηλέος υἱὲ μάχης ἀκόρητον Ἀχαιοί -image1

20.3 Τρῶες δ’ αῦθ’ ἑτέρωθεν , ἐπὶ θρῳσμῷ πεδίοιο-image

20.4 Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς ἀγορὴν δὲ καλέσσαιimage1, 2, 3

20.5 κρατὸς ἀπ’ Οὐλύμποιο πολυπτύχου- ἡ δ’ ἄραπάντῃimage1

20.6 φοιτήσασα κέλευσε Διὸς πρὸς δῶμα νέεσθαι-image

20.7 οὔτέ τις οὖν ποταμῶν ἀπέην . νόσφ’ Ὠκεανοῖο -image1

20.8 οὔτ ἄρα νυμφάων . αἵ τ’ ἄλσεα καλὰ νέμονται .image1

20.9 καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα .image1

20.10 ἐλθόντες δ’ ἐς δῶμα Διὸς νεφεληγερέταο .image

20.11 ξεστῇς αἰθούσσῃσιν ἐνίζανον . ἃς Διὶ πριimage1, 2

20.12 Ἥφαιστος ποίησεν ΐδυίῃσι πραπίδεσσιν-image

20.13 ὡς οἱ μὲν Διὸς ἔνδον ἀγηγέρατ’ . οὐδ’ ἐνοσίχθωνimage1

20.14 νηκούστησε θεᾶς , ἀλλ’ ἐξ ἁλὸς ἦλθε μετ’αὐτούς-image

20.15 ΐζε δ’ ἄρ ἐν μέσσοισι . Διὸς δ’ ἐξείρετο βουλήν-image

20.16 τίπτ’ αὖτ’ ἀργικέραυνε θεοὺς ἀγορὴν δὲ κάλεσσας-image

20.17 ῆ τι περὶ Τρώων καὶ Ἀχαιῶν μερμηρίζεις .image1

20.18 τῶν γὰρ νῦν ἄγχιστα μάχη πόλεμός τε δέδηε-image

20.19 τὸν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς -image

20.20 ἔγνως ἐννοσίγαιε ἐμὴν ἐν στήθεσι βουλὴν .image

20.21 ὧν ἕνεκα ξυνάγειρα- μέλουσί μοι ὀλλύμενοί περ-image1

20.22 ἂλλ’ ἤτοι μὲν ἐγὼ μενέω πτυχὶ Οὐλύμποιοimage

20.23 ἥμενος . ἔνθ’ ὁρόων . φρένα τέρψομαι- οἱ δὲ δὴ ἄλλοιimage1

20.24 ἔρχεσθ’ . ὄφρ’ ὰν ΐκησθε μετα Τρῶας καὶ Ἀχαιούς -image

20.25 ἀμφοτέροισι δ’ ἀρήγεθ’ ὅπῃ νόος ἐστὶν ἑκάστου-image

Scholia text

msA, 20.10_1, commenting on 20.1 θρῳσμῳ . ὑψηλῷ τόπῳ ὅθεν κατὰθορεῖν καὶ πηδῆσαι εστιν- ἔστι δὲ οὑτ ἐν Ἰλίῳ σταδίων πέντε τὸ περιμετρον μεταξὺ σιμουντος τοῦ ποταμοῦ καὶ τῆς Ἰλιέων καλουμε κώμης ὅπου καὶ θεαί κριθῆναι δοκοῦσι περι κάλλους- ὀνομάζεται δὲ Καλλικολώνη ἐπεὶ τῶν περιξ τόπων ἐπισημότατός ἐστιν- ἡ ϊστορία παρα Δημητρίω - τῷ Σκιψίω ⁑image

msA, 20.10_2, commenting on 20.8 οὔτ ἂρα νυμφάων- αἱ τὰ ἄλση κατοικοῦσαι νύμφαι ἀλσηΐδες καλοῦνται αὶ δὲ ἐπι τῶν δένδρων δρύαδες . αἱ δὲ τὰ νάματα τῶν ὑδάτων ναϊάδες καὶ ὑδριάδες . καὶ τούτων αἱ μὲν κρηνίδες αἱ δὲ ἐπιποταμίδες . αἱ δὲ ἐπι τῶν βοσκημάτων ἐπιμήλιδες- αἱ δὲ ἐπι τῶν ορῶν ὀρειάδες καὶ ὅσαι τούτοις ὁμοιαι- ὁμοίως δὲ καὶ ἐπι τῶν ἑλῶν ἐλιονόμοι ⁑image

msA, 20.10_3, commenting on 20.2 μάχης ἀκόρητον- ἐὰν πληθυντικῶς γράφηται . ἀκόρητοι - συναψῶμεν τῇ τελεταία λέξει ὡς , ἂν ἐπιθετικὸν ἐκείνης- ἐὰν δὲ ἑνικῶς βραχὺ διαστελοῦμεν- ἐπι γαρ τοῦ Αχιληως ἀκούσθησεται ⁑image

msA, 20.10_4, commenting on 20.4 Ζεὺς δὲ Θέμιστα - ὅτι οὐκ ἀγγέλῳ κελεύει καθάπερ Ἴριδι , ἀλλὰ τῷ τὰς ἀγορὰς διαλύειν καὶ πάλιν συνάπτειν ⁑image

msA, 20.10_5, commenting on 20.5 κρατὸς ἀπ’ Οὐλύμποιο - τοῦτο Βέλτιον τοῖς ἄνω προσνέμειν ἵνα μὴ μακρὸν ὑπερβατὸν ποιῶμεν- τὸ δὲ ἑξῆς ἐστὶ κέλευσε κρατὸς ἀπ Ούλυμποιο καλέσσαι - ἡ διπλῇ δὲ ὅτι Ολυμπος ὄρος διὸ πολύπτυχος ⁑image

msA, 20.10_6, commenting on 20.7 οὔτε τις οὖν ποταμῶν ἀπέην ὅτι ποταμὸν καὶ θάλασσαν τὸν Ὠκεανὸν παραδίδουσι- τὸν δὲ ωκεανὸν οὐ παρέλαβειν εἰς τὸ τῶν θεῶν σύνεδριον ἵνα μη κωλήσῃ- αὐτὸυς τῆς πρὸς ἀλλήλους μαχης πρεσβύτατος ὑπάρχωνimage

msA, 20.10_7, commenting on 20.11 ξεστῇς αἰθούσσησιν ὅτι Ζηνοδ γράφει ἐφίζανον αἱ δὲ αἴθουσσαι οὐκ εισὶ οὐκ εισὶ θρόνοι ἢ καθὲδραι ἵνα λέγῃ ἐφίζανον ἀλλα στωαὶ καὶ στυλωταὶ ήδραι ἠ τόποι ὑφ’ ἡλιου καταλαμπόμενοι τινὲς δὲ γράφουσιν ἐνίδρανον καθεδρας οἰηθέντες ⁑image

msA, 20.10_8, commenting on 20.13 ὡς οὶμὲν Διὸς ἔνδον- ὅτι Διὸς ἔνδον εἴρηκε εἴρηκε τοπικὸν ἐπίρρημα ἀντι τῆς ἑν’ προ θέλει γὰρ εἰπεῖν ἐν Διὸς ὡς εἴσω ἁλὸς ευρέα κόλπον ⁑image

msA, 20.10_9, commenting on 20.14-20.15 οὐδ ενοσίχθων νηκούστησε θεὰς : ὁ δε Ποσειδῶν οῦ παρήκουσε τῆς θέμιδος - τοῦτο δὲ εἴρηκε κὲν δια τῆν γεγονυῖαν αὐτῷ μικρῷ πρόσθεν προς τὸν Δια φιλονεικιαν ⁑image

msA, 20.10_10, commenting on 20.17 ῆ τι περι τρώων- ἐρωτηματικως ὁ σύνδεσμος καὶ ἁπαξ εἰλημμενος κατα μίαν διάνοιαν διὸ περι παστέος τοῦτο δε φημι . προς τὰ τοιαυτα , ῆ δουλιχῆ νοῦσος ὴ Ἄρτεμις ἰοχεαιρα- ἠὲ νεὸν μεθέπεις ἠ καὶ πατρώϊος ἔση . ἐν γὰρ τοῖς τοιαύταις συντάξησιν . ὁ μὲν πρότερος ῆ ἐγκλίνεται ὁ δε δευτερος περισπᾶσται-image

msA, 20.10_10b, commenting on 20.21 ὧν ἕνεκα ξυναγειρα- καὶ τουτο ἑκατέρωςη δύνανται προδίδοσθαι ἠ μὲν οὖν τοῖς ἄνω στίζωμεν ἐπι τὸ ξυνάγειρα - εἰ δὲ τοῖς ἑξῆς . ὑποστίζομεν ἐπ αυτό ⁑image

msA, 20.10_11, commenting on 20.23 ἥμενος ἔνθ’ ὁρόων- τὴν πρώτην λέξιν βέλτιον τοῖς ἄνω συντάττειν- ἴνα μὴ δύο μετοχαὶ ἐπι τὸ αὒτο ἀσυνδέτως ἀκεωνται ⁑image

msAil, 20.10_1, commenting on 20.9@πίσεα ὑδατώδεις τόποι ⁑image

msAim, 20.10_1, commenting on 20.11 έννιοι ἐφίζανον-image

msAint, 20.10_1, commenting on 20.4 θέμιστα καὶ ὅτι ἀντι του Θεμιστί-image

msAint, 20.10_2, commenting on 20.4 ΐδυίῃσι ουτος δια τοῦ Ϊ τὸ ἰδύιῃσι και τέλειον τὸ ποίησε :image