Manuscript msA, page 260v
| prev: 260r | next: 261r |
20.26 εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπι Τρώεσσι μαχεῖται .
20.27 οὐδὲ μίνυνθ’ ἕξουσι ποδώκεα Πηλείωνα -1
20.28 καὶ δέ τέ μιν καὶ πρόσθεν ὑποτρομέεσκον ὁρῶντες-1
20.29 νῦν δ’ ὅτε δὴ καὶ θυμὸν , ἑταίρου χώεται , αἰνῶς .1
20.30 δείδω , μὴ καὶ τεῖχος ὑπερμόρον ἐξαλαπάξῃ-1
20.31 ὡς ἔφατο Κρονίδης - πόλεμον δ’ ἀλίαστον ἔγειρε-
20.32 βὰν δ’ ΐμεναι πόλεμον δὲ θεοὶ , δίχα θυμὸν ἔχοντες-
20.33 Ἥρη μὲν μετ’ ἀγῶνα νεῶν . καὶ Παλλὰς Ἀθήνη .
20.34 ἠδὲ Ποσιδάων γαιήοχος , ἠδ’ ἐριούνης1, 2
20.35 Ἑρμείας , ὃς ἐπι φρεσὶ πευκαλίμῃσι κέκαστο-1
20.36 Ἥφαιστος δ’ ἅμα τοῖσι κίε , σθένεϊ βλεμεαίνων .
20.37 χωλεύων . ὑπο δὲ κνῆμαι ῥώοντο ἁραιαί-1
20.38 ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος . αὐτὰρ ἅμ’ αὐτῷ
20.39 Φοῖβος ἀκερσεκόμης . ἠδ’ Ἄρτεμις ϊοχέαιρα-
20.40 Λητώ τε . Ξάνθός τε , φιλομμειδής τ’ Ἀφροδίτη -1
20.41 εἴως μέν ῥ’ ἀπάνευθε θεοὶ θνητῶν έσαν ἀνδρῶν .
20.42 τέως Ἀχαιοὶ μὲν μέγ’ ἐκύδανον . οὕνεκ’ Ἀχιλλεὺς1
20.43 ἐξεφάνη . δηρὸν δὲ μάχης ἐπέπαυτ’ ἀλεγεινῆς-
20.44 Τρῶας δὲ τρόμος αἰνὸς ἐπήλυθε γυῖα ἕκαστον1
20.45 δειδιότας . ὅθ’ ὁρῶντο ποδώκεα Πηλείωνα
20.46 τεύχεσι λαμπόμενον . βροτολοιγῷ ῗσον Ἄρηϊ -
20.47 αὐτὰρ ἐπεὶ μεθ’ ὅμιλον Ὀλύμπιοι ἤλυθον ἀνδρῶν .
20.48 ῶρτο δ’ Ἔρις κρατερὴ . λαοσσόος . αῦε δ’ Ἀθήνη1
20.49 στᾶσ’ , ὅτε μὲν παρὰ τάφρον ὀρυκτὴν . τείχεος ἐντός .
20.50 ἄλλοτ’ ἐπ’ ἀκτάων ἐριδούπων μακρὸν ἀΰτει .
msA, 20.3_1, commenting on 20.29 νῦν δ’ ὅτε δὴ καὶ θυμὸν ὅτι κατα θυμὸν ἡ περι ἑτέρου χολοῦται . τὸ δ’ αἰνῶς ἑκατέροις δύναται προσδίδοσθαι :
msA, 20.3_2, commenting on 20.30 ὑπερμόρον ἐξαλαπάξῃ Ἀριστοφα ὡς ὑπέρβιον ἓν μέρος λόγου ποιῶν- καὶ ὁ Ἀσκαλωνίτ ἐπεὶ ἀντι ἐπιρρημ - τοῦ ὑπερμόρως παρείληπται ὁμοίως πληθυντικῷ τῷ ἐνθά κεν Ἀργείοισι ὑπερμορα νόστος - καὶ ὃν τρόπον οὐ μὲν καλὸν ἀτέμβειν ἀντι τοῦ καλῶς ἐστὶ καὶ τὸ πληθυντικὸν οὐ μὲν καλὰ χόλον τόνδ’ ἔνθεο . οὕτως καὶ τὸ προκείμενον ἑνικῶς καὶ πληθυντικῶς εἰς σύνταξιν παρελεύσεται ἐπιρρήματος δειδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξῃ . καὶ ἔνθα κεν Ἀργείοισιν ὑπέρμορα νόστος . ἐντελῶς δὲ ἐν τῇ Β περι τῆς προσωδίας διελάβομεν- διὸ νῦν πάρειμι . ἐκεῖνο μέντοι ὑπομνήσω ὡς ὅτι δύναται καὶ τοῦτο καὶ τὸ ἐν τῇ λέγω δὲ τὸ ὤς κε νῦν Αἴγισθος ὑπερμόρον κατα διάλυσιν ἀναγινώσκεσθαι . ὁμοίως τῷ μὴ καὶ ὑπερ μοῖραν δόμον Ἄϊδος ὥσπερ ἤδη ἀπεφηνάμην ⁑
msA, 20.3_3, commenting on 20.40 Λητώ τε Ξάνθος τε ὅτι οὐ προδιασυστήσας τὸν αὐτὸν ποταμὸν Ξάνθον καὶ Σκάμανδρον ὄντα προκατακέχρηται τῇ τοῦ Ξάνθου ὀνομασίᾳ ὡς παραδεδομένοις δηλον ὅτι χρώμενος καὶ οὐκ αὐτὸς πλάσσων τὰ ὀνόματα .
msA, 20.3_4, commenting on 20.48 ὧρτο δ’ Έρις κρατερη ὅτι ὁ δὲ σύνδεσμος περισσός ἐστιν ἐν τῷ αὖε δ’ Ἀθήνῃ ⁑
msAext, 20.3_1, commenting on 20.34 ποσειδα
msAim, 20.3_1, commenting on 20.28 Αρισταρχ καὶ δέ τι μιν δια τοῦ ϊ ⁑
msAim, 20.3_2, commenting on 20.35 Ἀρισταρχ κεκασται οὐ δια τοῦ ο κέκαστο ⁑
msAim, 20.3_3, commenting on 20.42 ἐν ἄλλῳ τόφρα δ’ Ἀχαιοὶ μὲν μέγ’ ἐκύδαινον ⁑
msAint, 20.3_1, commenting on 20.27 αν άνθεξουσι ⁑
msAint, 20.3_2, commenting on 20.34 μεγαλωφελος
msAint, 20.3_3, commenting on 20.37 ἕρρώνυντ αἱ ασθινεῖς ⁑
msAint, 20.3_4, commenting on 20.44 οτ αντ Τρώων ἑκάστου ⁑