Manuscript msA, page 261r
| prev: 260v | next: 261v |
20.51 αῦε δ’ Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ῖ+σος
20.52 ὀξὺ κάτ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων-
20.53 ἄλλοτε παρ Σιμόεντι , θέων ἐπὶ Καλλικολώνῃ -1, 2
20.54 ὡς τοὺς ἀμφοτέρους μάκαρες θεοὶ ὀτρύναντες
20.55 σύμβαλον . ἐν δ’ αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν-
20.56 δεινὸν δὲ βρόντησε πατὴρ ἀνδρῶν τε θεῶν τε
20.57 ὑψόθεν- αὐτὰρ ἔνέρθε Ποσιδάων ἐτίναξε1
20.58 γαῖαν ἀπειρεσίην . ὀρέων τ’ αἰπεινὰ κάρηνα-1
20.59 πάντες δ’ ἐσσείοντο πόδες πολυπίδακος Ἴ+δης .1, 2
20.60 καὶ κορυφαὶ , Τρώων τε πόλεισ καὶ νῆες Ἀχαιῶν .1
20.61 ἔδδεισεν δ’ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς -
20.62 δείσας δ’ ἐκ θρόνου ἆλτο καὶ ἴ+αχε . μή οἱ ὕπερθε1
20.63 γαῖαν ἀναρρήξειε Ποσιδάων ἐνοσίχθων .1
20.64 οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανηίῃ
20.65 σμερδαλέ , εὐρώεντα . τά τε στυγέουσι θεοί περ-
20.66 τόσσος ἄρα κτύπος ῶρτο θεῶν ἔριδι ξυνιόντων-
20.67 ἤτοι μὲν γὰρ ἔναντα Ποσιδάωνος ἄνακτος1, 2
20.68 ἵ+στατ’ Ἀπόλλων Φοῖβος . ἔχων ἰ+ὰ πτερόεντα-1
20.69 ἄντα δ’ Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη .1
20.70 Ἥρῃ δ’ ἀντέστη χρυσηλάκατος κελαδεινὴ1, 2
20.71 Ἄρτεμις ἰ+οχέαιρα . κασιγνήτη ἑκάτοιο-
20.72 Λητοῖ δ’ ἀντέστη . σῶκος ἐριούνιος Ἑρμῆς -1, 2
20.73 ἄντα δ’ ἄρ’ Ἡφαίστοιο . μέγας ποταμὸς βαθυδίνης .
20.74 ὃν Ξάνθον καλέουσι θεοί . ἄνδρες δὲ Σκάμανδρον -1, 2
20.75 ὡς οἱ μὲν θεοὶ ἄντα θεῶν ἴ+σαν- αὐτὰρ Ἀχιλλεὺς
msA, 20.11_1, commenting on 20.53 ἄλλοτε πὰρ Σιμόεντι ὅτι τοπ ουτ καλεῖται ἐπι τῆς Ἴδῆς θεῶν καλλικολώνη . οὐ δεόντ οὖν τινες ἀνέγνωσαν θέων ἀντι τοῦ τρεχῶν ⁑
msA, 20.11_2, commenting on 20.53 θεῶν ἐπι καλλικολώνῃ Ἡρόδικος βαρέως ἀνεγίνωσκεν ὡς τρεχῶν μετοχὴν ποιῶν . ὁ μέντοι Ἀρίσταρχος περίεσπα λέγων οὕτως καλεῖσθαι τὸν τόπον θεῶν Καλλικολώνη : ὥσπερ καὶ Ἀχαιών λιμήν . οὕτως καὶ ἐχούσης τῆς ἱστορίας περισσὴ . ἡ τοῦ ἡροδίκοῦ ἀνάγνωσις ἡ μέντοι ἐπὶ προθ κατα ταύτην τὴν ἔννοιαν ὤφειλε προηγεῖσθαι τοῦ λόγου ὥστε εῖναι ἐπι θεῶν Καλλικολώνη δι ὃ ἐτόλμησαν τινὲς ἀναστρέψαι οὶ μέντοι πε τὸν Ἀσκαλωνιτ οὐκ ανέστρεψαν ἀλλα συνέταξαν τῇ ἑξῆς λέξει- και ου ἐπεισθ ἡ παραδοσις λεγω δὲ τῆ συντάξει τῆς δοτικῆς- καὶ γὰρ δια τῆς εξῆς Καλλικολώνης φησίν οὐ προσνείμας τὸ θεῶν ὀυδ’ ἑτέρωσ ἐκάθιζον ἐπι φρύσι Καλλικολώνης ⁑
msA, 20.11_3, commenting on 20.58 γαῖαν ἀπειρεσίην γαῖαν ἀπειρεσίην- ὅτι διέστειλε τῆς γῆς τὰ όρη ὡς ἐκεῖ γαῖα δ ετί ξυνὴ παντων καὶ μακρὸς Ὄλυμπος ⁑
msA, 20.11_4, commenting on 20.67 ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος καὶ τὰ ἐξῆς ἡ τῶν θεῶν μαχ περίεχει φυσικὴν στοιχείων προ στοιχεῖα ἀντίταξιν κακιῶν πρὸς ἀρετάς . Ἀπόλλων μέν γαρ ἐναντιοῦται Ποσιδῶνι , τὸ μερικὸν πῦρ . τῷ παντὶ ὑγρῷ . Ἀθηνὰ δὲ Ἄρεϊ , ἡ φρόνησις τῇ ἀφροσύνῃ , - Ἥρα δὲ Ἀρτέμιδ ὁ περίγειος αηρ τῇ σελήνη- Ἑρμῆς δὲ Λητοὶ ὁ λόγος , τῃ λη - Ἤφαιστος δὲ Ξάνθῳ - τὸ όλον πῦρ . μέρη τοῦ ὕδατος- δια τί δὲ οὐ οἱ θεοὶ πρὸ εἴρηνται βοηθ τοῖς Ἕλλησι - Ἡρα Αθ Ποσειδ Ἥφαιστος Ἑρμῆς - τοῖς δὲ Τρωσὶν Ἄρης . Ἀπόλλων Ἄρτεμις Λητὼ Σκάμανδρος Ἀφροδιτ - Ἥρα μὲν οῦν Ἕλλησι βοηθεῖ ὅτι γαμήλιος ἐστιν ἡ θεὸς , μισεῖ δὲ μοιχὸν ὄντα τὸν Ἀλέξανδρον . ἢ ὅτι ἐν τῷ Άργει ἐτιμᾶτο λαμπρῶς ὅθεν φησὶν ὁ ποιητ τὸ Ἥρη τ’ Ἀργείη ἢ καὶ ὅτι ὡς τὸ Ἄργος οὕτως οἰκεία ἦν αὐτ καὶ ἡ Σπάρτη καὶ ἡ Μυκήνη ὥς φησιν ἐν τῆ - Αθ δὲ ἤτοι δια τὸ ἀποδοκιμασθῆναι ὑπὸ Ἀλεξάνδρου , ἤ δια τὸ ἀλλοτρίους εῖναι τῆς συνεσεως τοὺς βαρβάρους Ποσειδῶν δὲ ἐπειδὴ οἱ πλείους τῶν Ελληνων νησιῶται εἰσιν- καὶ δια τὸ οργίζεσθ δὲ Λαομεδοντ ἐπι ἀποστερήσει μισθοῦ τῆς τειχοποιΐας . Ἑρμῆς δὲ ὅτι ἐξ Αρκαδίας ἢ ὅτι λόγιος ἢ ὅτι ἐπειδὴ κήρυκας ἀποσταλέντας προς αυτοὺς ὑπο Ελλήνων ἐπι διαλύσει τῶν διαφορῶν οδ καὶ Μενελαον ἠ βουλήθησαν ἀνελῆν πεισθέντες Ἀντιμάχῳ - τῶν δε κηρύκων προστάτης Ερμῆς Ἤφαιστος δὲ δια τὸ μισεῖν Ἄρη ὅτι ἐμοίχευσεν αὐτοῦ τὴν γυναῖκα Ἀφροδιτ - τοῖς δὲ Τρωσὶν πάρεστην Ἄρης τὸ ὅμοιον μεταδιώκων φιλοπόλεμος γὰρ ὁ θεὸς φιλοπόλεμοι δὲ καὶ οἱ Τρῶες . ὁ δὲ Ἀπόλλων ἤτοι δια τὸ τόξον τοξικοὶ δὲ καὶ οἱ Τρῶες καὶ ἐν πρώτοις Ἀλεξανδ - Άρτεμις δὲ καὶ Λητὼ χαριζόμεναι τῷ Ἀπόλλωνι . ἢ ὅτι παρα τοῖς Βαρβάροις τιμῶνται . Ξάνθος δὲ ὡς οἱ περ οἰκειας χωρας μάχετ - ἡ δε Ἀφροδιτ δια τὸ ὑπο Ἀλεξάνδρου προκριθῆναι καὶ σχεδὸν εἰπ αὐτὴν ἀνθίστανται τῷ πολέμῳ- καὶ εἰκότως πάρεστι βοηθὸς τοῖς Τρωσὶν ⁑
msA, 20.11_5, commenting on 20.68 ἵστατ’ Ἀπόλλων ὅτι πυκνῶς κατὰ τὸν τόπον προς το πρότερον ἀπήντηκεν ἀρξαμενος γὰρ ἀπ’ Ἀχαιϊκοῦ θεοῦ καὶ ἀντιτάξας τουτ Τρωϊκὸν θεὸν πάλιν ἀπὸ Τρωϊκοῦ ῆρκται κατὰ τὸ δεύτερὸν ζυγὸν ⁑
msA, 20.11_6, commenting on 20.69 ἄντα δ’ Ἐνυαλίοιο ἐξ εναντίας δὲ τοῦ Ἄρεως- ὁ δὲ τρόπος μετωνυμία ὡς ἀπο τοῦ Ενυοῦς τῆς πολεμικῆς δαίμονος ⁑
msA, 20.11_7, commenting on 20.70 Ἤρη δ’ ἀντεστη : ὑφας τὸ ἀντέστη προενεκτέον δοτικῇ γὰρ συντάσσεται- ὡς Λητοῖ δ’ ἀντέστη . τὸ δὲ ἄντ ὅπερ ἐστὶν ἐξ ἐναντίας γενικῆ . ἄντα δ’ Ἐνυαλίοιο ἄντα δ’ ἀρ Ἡφαίστοιο ⁑
msA, 20.11_8, commenting on 20.70 χρυσηλάκατ ἐργατικη- νῦν δὲ τῆς χρυσοῦν τόξον ἐχουσης τοξευτικης ἀπο τουτου δὲ καὶ κελαδεινῆς αν τοῦ κυνηγετικῆς κραυγάζουσι γὰρ οἱ κυνηγοί ⁑
msA, 20.11_9, commenting on 20.72 σῶκος ἐριούνιος . Τυραννίων ἀξιοῖ ὀξύνειν ἵνα ἀποφύγη τὸ κύριον βαρυνόμενον ὧς ὦχ’ Ἱππάσου ἡὲ ὥσπερ ἐπι τοῦ Λεῦκος Γλαῦκος οὐκ έστι δὲ ὅμοιον τοῖς προκειμένοις κοινοῖς ἐπίθετον ἀλλα ἴδιον τοῦ Ἑρμοῦ ὥσπερ καὶ τοῦ Ἀπολλων βαρυνόμενον τὸ Φοῖβος . διὸ βαρυτονητ ὁμοίως καὶ αὐτῶ τῶ κυρίῶ- εἰσὶ δὲ οἳ ἀξιοῦσι καὶ καθ ὅτι σύνθετον ἐστι βαρύνεσθαι αυτ . ἐκ γὰρ τοὺσ ἄοικος γεγενῆσθαι τὴν κρᾶσιν οὕτω δὲ δωσουσι καὶ προσκείμε τῷ ω τὸ ϊ τῆς παραδόσιως οὐχ οὕτως ἐχούσης- τὰ μέντοι εἰσκος λήγοντ δισύλλαβα παρεσχηματισμ εἰς γένος θηλυκὸν φύσει μακρ παραληγόμενα βαρύνεσθαι θέλει . οἷκος φῶκος θῶκος- οὕτως σῶκος- σεσημείωται τὸ σηκός ⁑
msA, 20.11_10, commenting on 20.72 σῶκος ἤτοι ὁ ϊσχυρὸς σωκειν γὰρ τὸ ἰσχύειν σοούμενος ὠκέως τουτέστιν ορμῶν ταχέως ἄγγελος γὰρ ὁ θεός
msA, 20.11_11, commenting on 20.74 ὃν Ξάνθον καλέουσι θεοὶ τῶν διωνύμων τὸ μὲν προγενέστερον ατὲρ εἰσαν οις . δια τί δὲ κατὰ τὸν πόλεμον οὗτοι οἱ θεοὶ ἐναντιοῦνται ἀλλήλοις . Ποσειδῶν μὲν Ἀπόλλωνι ὅτι κατὰ τὸν μυθ συναδικηθεὶς αὐτῷ ὑπο Λαομέδοντος ἐκεῖνος συνήργει- Ἄρης Ἀθην . ἐπεὶ ἐκώλυσεν αὐτὸν τὸν Ἀσκαλαφου θάνατον ἐκδικῆσαι- ἢ ὅτι ἐν όψει τῶν θεῶν ὕβρισεν εἰποῦσα μαινόμε φρενας ἠλε . Ἥιρα δὲ Ἄρτεμις - ἔστι γὰρ αὐτῇ μητρυιά . Λητοῖ δὲ Ἑρμῆς δικαιως μουσικὸς γὰρ ὑπάρχων τὴν τὸν μουσικὸν Ἀπολλω γεννήσασαν καὶ τῶν ἐπιτηδευμάτων ἀντίζηλον μεμίσηκεν ἢ ὡς λόγιος καὶ μνήμων . ἀποστρέφεται αὐτην ὡς ληθ Ἥφαιστος δὲ Ξάνθῳ εἰκότως ὅτι ειμὲν τῶν ποταμῶν φύσις πεφυκεν ὑγρὰ Ἥφαιστος δε ἐστι τοῦ πυρος δεσπότης οὗ τροφῆ τὰ ξύλα κατὰ δὲ τὸν φυσικὸν λόγον Ἀπόλλων ἥλιος ὢν ἀναπίνει τὰ ὑγρὰ στοιχεῖα . Ἀθηνα δέ ἐστι φρόνησις . Ἄρης δὲ ἀφροσύνη . ἐναντία δὲ καὶ πολεμια ἐστι ταυτ ἀλλήλων Ἥρα δέ ἐστιν ἀήρ- Ἄρτεμις δὲ σελήνη ἀερότεμίς τις οῦσα ἡ τὸν ἀέρα τέμνουσα ἐξ οῦ ἤρτηται . τὸ δὲ βαρῦνον αὐτὴν πολέμιον νενόμικεν- Ἑρμῆς ἐστι λόγος- Λητῶ δὲ ἀμνημοσύνη , οἷον ληθό της τῶν λόγων . Ἥφαιστος δὲ πῦρ- Ξάνθος δὲ τὸ ὑγρόν ἀλλότριον δὲ τὸ πῦρ τοῦ ὑγροῦ .
msAext, 20.11_2, commenting on 20.59 πε σεισμοῦ
msAext, 20.11_3, commenting on 20.60 πόλις
msAext, 20.11_4, commenting on 20.63 ποσειδα
msAext, 20.11_5, commenting on 20.67 ποσειδα
msAim, 20.11_1, commenting on 20.57 Ἀρισταρχ Ϊακῶς αὐτὰρ νέρθε ⁑
msAim, 20.11_2, commenting on 20.59 ουτ Ἀρισταρχ πολυπίδακος - ἄλλοι δε πολυπιδακου ⁑
msAint, 20.11_1, commenting on 20.62 ἐν αλλω , ἐκ θρόνόυ ῶρτο ουτ καὶ ἡ Μασσαλιωτ ⁑
msAint, 20.11_2, commenting on 20.74 οτ διαφορουμε τῆς ὀνομασίας νῦν δὲ ἔστησε ⁑