Manuscript msA, page 261v
| prev: 261r | next: 262r |
20.76 Ἕκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλον
20.77 Πριαμίδεω . τοῦ γάρ ῥα μάλιστά γε θυμὸς ἀνώγει1
20.78 αἵματος ᾶσαι Ἄρηα ταλαύρινον πολεμιστήν-
20.79 Αἰνείαν δ’ ἰ+θὺς λαοσσόος ὦρσεν Ἀπόλλων1
20.80 ἀντία Πηλείωνος . ἐνῆκε δέ οἱ μένος ἠΰ-
20.81 υἱέϊ δὲ Πριάμοιο Λυκάονι εἴσατο φωνήν-
20.82 τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων -
20.83 Αἰνεία . Τρώων βουληφόρε ποῦ τοι ἀπειλαὶ .
20.84 ἃς Τρώων βασιλεῦσιν ὑπίσχεο οἰνοποτάζων .1, 2
20.85 Πηλείδεω Ἀχιλῆος ἐναντίβιον πολεμίξειν .
20.86 τὸν δ’ αὖτ’ Αἰνείας ἀπαμειβόμενος προσέειπε-
20.87 Πριαμίδη . τί με ταῦτα καὶ οὐκ ἐθέλοντα κελεύεις1
20.88 ἀντία Πηλείωνος ὑπερθύμοιο μάχεσθαι-
20.89 οὐ μὲν γὰρ νῦν πρῶτα ποδώκεος ἄντ’ Ἀχιλῆος
20.90 στήσομαι . ἄλλ’ ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησεν-
20.91 ἐξ Ἴ+δης ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσιν .
20.92 πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασσον , αὐτὰρ ἐμὲ Ζεὺς
20.93 εἰρύσαθ’ ὅς μοι ἐπῶρσε μένος λαιψηρά τε γοῦνα .
20.94 ῆ κ’ ἐδάμην ὑπὸ χερσὶν Ἀχιλλῆος καὶ Ἀθήνης .
20.95 ἥ οἱ πρόσθεν ϊοῦσα τίθει φάος . ἠδ’ ἐκέλευεν
20.96 ἔγχεϊ χαλκείῳ Λέλεγας καὶ Τρῶας ἐναίρειν-
20.97 τὼ οὐκ ἐστ’ Ἀχιλῆος ἐναντίον ἄνδρα μάχεσθαι .
20.98 αἰεὶ γὰρ πάρα εἷς γε θεῶν . ὃς λοιγὸν ἀμύνει-
20.99 καὶ δ’ ἄλλως τοῦ γ’ ἰ+θὺς βέλος πέτετ’ . οὐδ’ἀπολήγει .1
20.100 πρὶν χροὸς ἀνδρομέοιο διελθεῖν . εἰ δὲ θεός περ1
msA, 20.9_1, commenting on 20.84 ἁς Τρώων βασιλεῦσιν- ὅτι περι τὸν οἶνον αἱ καυχήσεις γίνονται προς τὴν ἀθέτησιν τοῦ ἔσθοντες κρέα πολλά βασιλεῖς δὲ καὶ τοὺς κατα μέρος ἄρχοντας λέγει . δώδεκα γὰρ βασιλῆες ἀριπρεπέες κατα δῆμον ⁑
msA, 20.9_2, commenting on 20.87 Πριαμίδη- τί με ταῦτα- διόλου παρατηρητέον ὅτι τὰ ἔργα τοῦ Ἀχιλλεως δεόντως κατα μέρος δεδήλωκεν . δώδεκα δὲ ξὺν ηυσὶ πόλεις - πεζὸς δ’ ἐνδεκά φημι-‘ νῦν δὲ καὶ ἀξιόπιστοσερον τὸ παρα τοῦ πολεμιου ἐγκώμιον ⁑
msAim, 20.9_1, commenting on 20.77 Ἀρισταρχος μάλιστά ἑ μάλιστα αυτόν ⁑
msAim, 20.9_2, commenting on 20.84 ουτως δια τοῦ ϊ ὑπίσχεο ⁑
msAim, 20.9_3, commenting on 20.99 ἐν άλλω ἰθὺ χωρὶς τοῦ σ
msAim, 20.9_4, commenting on 20.100 γράφεται διελθέμεν ⁑
msAint, 20.9_1, commenting on 20.79 ὅτι αντι τοῦ ἐπευθείας καὶ καταντίον ⁑