Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 262r

Manuscript msA, page 262r

image

prev: 261v next: 262v

Iliad text

20.101 ἶσον τείνειεν πολέμου τέλος . οὔ κε μάλα ῥέαimage

20.102 νικήσει’ . οὐδ’ εἰ παγχάλκεος εὔχεται εἶναι-image

20.103 τὸν δ’ αῦτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων -image

20.104 ἥρως . ἂλλ’ άγε καὶ σὺ θεοῖς αἰειγενέτῃσινimage

20.105 εὔχεο- καὶ δὲ σὲ φασὶ Διὸς κούρης Ἀφροδίτηςimage1

20.106 ἐκγεγάμεν κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστιν-image

20.107 ἡ μὲν γὰρ Διός ἔσθ’ . ἡ δ’ ἐξ ἁλίοιο γέροντος-image1

20.108 ἂλλ’ ἰ+θὺς φέρε χαλκὸν ἀτειρέα- μὴ δέ σε πάμπανimage

20.109 λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ-image1, 2

20.110 ὡς εἰπὼν . ἔμπνευσε μένος μέγα ποιμένι λαῶν-image

20.111 βῆ δὲ δια προμάχων . κεκορυθμένος αἴθοπι χαλκῷ .image

20.112 οὐδ’ ἔλαθ’ Ἀγχίσαο πάϊς λευκώλενον Ἥρηνimage

20.113 ἀντία Πηλείωνος ἰ+ὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν-image1

20.114 ἡ δ’ , ἄμυδις καλέσασα θεοὺς . μετα μῦθον ἔειπεν-image1, 2, 3

20.115 φράζεσθον δὴ σφῶϊ Ποσίδαον καὶ Ἀθήνηimage

20.116 ἐν φρεσὶν ὑμετέρῃσιν . ὅπως έσται τάδε ἔργα-image

20.117 Αἰνείας ὁδ’ ἔβη . κεκορυθμένος αἴθοπι χαλκῷimage

20.118 ἀντία Πηλείωνος . ἀνῆκε δὲ Φοῖβος Ἀπόλλων -image

20.119 ἂλλ’ άγεθ’ ἡμεῖς πέρ μιν ἀποτρωπῶμεν ὀπίσσωimage

20.120 αὐτόθεν . ἤτις ἔπειτα καὶ ἡμείων Ἀχιλῆϊimage

20.121 παρταίη . δοίη δὲ κράτος μέγα μηδέ τι θυμῷimage

20.122 δευέσθω . ἵνα εἰδῇ ὅ μιν φιλέουσιν ἄριστοιimage

20.123 ἀθανάτων- οἱ δ’ αῦτ’ ἀνεμώλιοι . οἱ τὸ πάρος περimage

20.124 Τρωσὶν ἀμύνουσιν πόλεμον καὶ δηϊοτῆτα .image

20.125 πάντες δ’ Οὐλύμποιο κατήλθομεν . ἀντιόωντεςimage1, 2

Scholia text

msA, 20.9_3, commenting on 20.105 καὶ δε σὲ φασὶν ὁ Ἀσκαλονίτης ὠρθοτόνησε τὴν ἀντονωμίαν τὸν δε σύνδεσμον ἀντι τοῦ γὰρ παραλαμβανων καὶ οὕτως ἔχει τὰ τῆς γνώσεως καὶ τῆς διανοίας ⁑image

msA, 20.9_4, commenting on 20.107 ἡ μὲν γαρ Διός ἔσθ’ . σεσημείωται προς τοὺς εξῆς ἀριθμοὺς ἄκαιρον γενεαλογίαν ἔχοντας καὶ ὅτει ἐκ Διὸς ἡ Ἀφροδίτη καθ Ὅμηρον ⁑image

msA, 20.9_5, commenting on 20.109 λευγαλέοις ἐπέεσσιν , ὅτι λευγαλέοις οὐ διύγροις ὡς οἱ νεώτεροι ἀλλ ὀλεθρίοις παρα τὸν λοιγόν ⁑image

msA, 20.9_6, commenting on 20.113 ἀνα ουλαμόν οὐλαμὸν τὸ πύκνωμα ἀπο τῆς οὐλότητος ἠ τὴν εἴλησιν ⁑image

msA, 20.9_7, commenting on 20.114 ἡ δ’ ἄμυδις καλέσασα . ὅτι Ζηνόδοτος γράφει θεοὺς ῥεία ζώοντας ἐξ οῦ φανερός ἐστι κατα τὸ περισπώμενον ἀνεγνωκώς ῆ δ’ άμυδις ἴν’ ᾗ ἔφη ὡς ἐκεῖ . ῆ καὶ κυανέῃσιν . ἠγνόηκε δὲ ὅτι ἐπί τισι προειρημένοις τίθεσται παρ Ὁμήρῳ τὸ η οὐκ εν αρχῇ λόγου ⁑image

msA, 20.9_8, commenting on 20.114 ἡ δ’ άμυδις : Ἀρίσταρχ τὸ η ἄρθρὸν ἐκδεχεται Ζηνόδοτ δὲ περιέσπασε καὶ ἐψίλωσεν ῥῆμα ἐκδεξάμενος ὁμοιως τῷ ῆ καὶ κυανέῃσιν . ἵν’ ᾖ τὸ όλον μεταποῖει ἡ δ’ άμυδις καλέσασα θεοὺς ῥεια ζώοντας . ἡγνόησε δὲ ὡς ὁ ποιητῆς οὐ χρῆται τῷ- ῥήματι ἐν αρχῇ λόγου ἀλλα τοῖς ῥηθεῖσιν ἐπιλέγει καὶ τούτῳ γε , παραυτῷ διαφε τοῦ ἐφη ὅτι τὸ μὲν καὶ προτάττεται καὶ ὑποτάττεται . Ἀρίσταρχος δὲ ἡ δ’ ἄμυδις στήσασα καὶ αἱ πλεῖσται . τὸ δὲ ἄμυδις ψιλωτεόν καίτοι παρα τὸ ἅμα γενόμενον ἐπεὶ Αἰολικον χαρακτῆρα ἀνεδέξατο ⁑image

msA, 20.9_9, commenting on 20.125 πάντες δ’ Οὐλύμποιο : ἕως τοῦ γεινομένω ἐπένησε ἀθετοῦνται στίχοι τέσσαρες ὅτι τοῦναντίον ὁ Ζεῦς λέγει . εἰ γαρ Ἀχιλλεὺς οἶος ἐπι Τρώεσσι μάχεται- οὐδε μίνυνθ’ ἔξουσι καὶ σώζει μᾶλλον τὴν Ἀχιλλέως ἀξίαν . ἡ δε Ἥρα φησὶ τοὺς θεοὺς κατεληλυθέναι ὅπως μὴ πάθῃ τι ὑπο τῶν Τρώων ὁ Ἀχιλλεύς ⁑image

msAext, 20.9_1, commenting on 20.125 Ποσείδαωνimage

msAil, 20.9_1, commenting on 20.109@ἀρεῖῃ απειλῇimage

msAim, 20.9_5, commenting on 20.114 Αριστ άμυδις στήσασαimage