Manuscript msA, page 262v
| prev: 262r | next: 263r |
20.126 τῆσδε μάχης . ἵνα μή τι μετὰ Τρώεσσι πάθῃσι
20.127 σήμερον- ὕστερον αῦτε τὰ πείσεται . ἄσσά οἱ αῖσα
20.128 γεινομένῳ- ἐπένησε λίνῳ . ὅτε μιν τέκε μηρ -
20.129 εἰ δ’ Ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκ πεύσεται ὀμφῆς .
20.130 δείσετ’ ἔπειθ’ . ὅτε κέν τις ἐναντίβιον θεὸς ἔλθῃ
20.131 ἐν πολέμῳ- χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς-
20.132 τὴν δ’ ἠμείβετ’ ἔπειτα Ποσιδάων ἐνοσίχθων-
20.133 Ἥρη . μὴ χαλέπαινε παρὲκ νόον . οὐδέ τι σε χρή .1
20.134 οὐκ ὰν ἔγωγ’ ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσσαι-
20.135 ἡμέας τοὺς ἄλλους ἐπει ῆ πολὺ φέρτεροίεἰμεν-
20.136 ἂλλ’ ἡμεῖς μὲν ἔπειτα καθεζώμεσθα κιόντες
20.137 ἐκ πάτου ἐς σκοπιήν- πόλεμος δ’ ἄνδρεσσι μελήσει-
20.138 εἰ δέ κ’ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων ,1, 2, 3
20.139 ἢ Ἀχιλῆ’ ἴ+σχωσι . καὶ οὐκ εἰῶσι μάχεσθαι .
20.140 αὐτίκ’ ἔπειτα καὶ ἄμμι παρ αυτόφι , νεῖκος ορεῖται1
20.141 φυλόπιδος . μάλα δ’ ῶκα διακρινθέντας ὀΐω
20.142 ὰψ ἴ+μεν Οὔλυμπον δὲ . θεῶν μεθ’ ὁμήγυριν ἄλλων .
20.143 ἡμετέρῃς ὑπο χερσὶν ἀνάγκῃ ῗφι δαμέντας-1
20.144 ὡς ἄρα φωνήσας ἡγήσατο κυανοχαίτης
20.145 τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο .1
20.146 ὑψηλὸν , τό ῥά οι Τρῶες καὶ Παλλὰς Ἀθήνη1, 2
20.147 ποίεον . ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο .1
20.148 ὁππότε μιν σεύαιτο ἀπ’ ἠϊόνος πεδίον δέ .1
20.149 ἔνθα Ποσιδάων κατ’ ὰρ έζετο καὶ θεοὶ ἄλλοι ,1
20.150 ἀμφι δ’ ὰρ , ἄρρηκτον νεφέλην ὤμοισιν έσαντο-
20.151 οἱ δ’ ἑτέρωσε . κάθιζον . ἐπ ὀφρύσι . Καλλικολώνης .
msA, 20.9_10, commenting on 20.138 εἰ δέ κ’ Ἄρης . ὅτι Ζηνοδοτος γράφει εἰ δέ κ’ Ἄρης ἄρχησι . ὁ δὲ Ὅμηρος τὸ κατ αμφοτέρων τῶν τῶν ὀνομάτων τιθέμενον ῥῆμα εἴωθε ποτὲ τὸ ἕτερον προτάξας ὄνομα μεταξὺ τάσσει . ᾗχι ῥοἀς Σιμόεις συμβάλλετον ἡδὲ Σκάμανδρος καὶ ἔνθα μὲν εἰς Ἀχέροντα πυρὶ φλεγέθον τε ῥέουσι . Κωκυτός τε καὶ τούτω πεπλέονακεν Ἀλκμὰν διὸ καὶ ἀλκμανικὸν καλεῖται οὐχ ὅτι πρῶτος αὐτῷ ἐχρήσατο ὑψηλον- τὸ ὑψηλον ἑκατέροις δύναται προσδίδοσθαι ἵν ᾖ τὸ ἑξῆς τεῖχος ὑψηλὸν ἢ ὑψηλὸν ποίεον ⁑
msA, 20.9_11, commenting on 20.146 ὑψηλον- τὸ ὑψηλον ἑκατέροις δύναται προς δίδοσθαι ἵν ᾖ τὸ ἑξῆς τεῖχος ὑψηλὸν ἢ ὑψηλὸν ποίεον ⁑
msA, 20.9_12, commenting on 20.146 Τρῶες καὶ Παλλὰς Ἀθήνηι , Ποσειδῶν καὶ Ἀπόλλων προστάξαντος Διὸς Λαομέδοντι θητεῦσαι . ἐπι μισθῶ τεταγμένω τὸ τεῖχος κατασκευάζουσι . Λαομέδων δὲ παραβὰς τοὺς ὅρκους καὶ τὰς συνθήκας μη δοὺς τὸν μισθὸν ἀπήλασεν αὐτοὺς . ἀγανακτήσας δὲ Ποσειδων ἔπεμψε τῇ χώραι κῆτος ὃ τούς τε παρατυγχάνοντας ἀνους καὶ τοὺς γιγνομενους καρποὺς διέφθειρεν . μαντευομένω δὲ Λαομέδοντι χρηισμὸς ἐδόθη Ἡσιόνην τὴν θυγατέρα αὐτοῦ βορὰν ἐκθεῖναι τῷ κήτει καὶ οὕτως ἀπαλλαγήσεσθαι τοῦ δεινοῦ- προθεὶς δὲ ἐκεῖνος τὴν θυγατέρα μισθὸν ἐκήρυξε τῷ τὸ κητος ανελόντι τοὺς ἀθανάτους ἵππους δώσειν οὓς Τρωῒ Ζεὺς ἀντι Γανυμήδους εδωκεν Ἡρακλῆς δὲ παραγενόμενος ὑπέσχετο τὸν ἄθλον κατορθώσειν καὶ Ἀθηνας αὐτῷ πρόβλημα ποιησάσης τὸ καλούμενον ἀμφίχυτον τεῖχος εἰσδὺς δια τοῦ στόματος εἰς τὴν κοιλίαν τοῦ κητους καὶ αὐτοῦ τὰς λαγόνας διέφθειρεν- ὁ δε Λαομέδων ὑπαλλάξας θνητοὺς δίδωσιν ἵππους μαθῶν δὲ Ἡρακλῆς ἐπεστραύτεισε καὶ Ἵλιον ἐπόρθησεν καὶ οὑτως ἔλαβεν τοὺς ἵππους- ἡ ϊστορία παρὰ Ἐλλανικῷ ⁑
msA, 20.9_13, commenting on 20.147 ποίεον ὄφρα τὸ κῆτος . ὅτι οὕτως εἴρηκε σὺν τῷ ἄρθρω τὸ κῆτος ὡ παραδεδομένης τῆς ἱστορίας τῆς περι τοῦ κήτους ⁑
msAext, 20.9_2, commenting on 20.138 ἄρχηισι
msAext, 20.9_3, commenting on 20.149 Ποσειδάων
msAil, 20.9_2, commenting on 20.133@μὴ χαλέπαινε μη οργίζου
msAil, 20.9_3, commenting on 20.140@παραυτόθι παραυτ ευθ ⁑
msAil, 20.9_4, commenting on 20.145@ἀμφίχυτον αμφίχυστον
msAil, 20.9_5, commenting on 20.148@σεύαιτο διώξειεν ⁑
No relations found for urn:cts:greekLit:tlg5026.msAim.dipl:20.9_6.comment
msAim, 20.9_7, commenting on 20.138 Αρισταρχος προκρίνει τὴν δια τοῦ ω γραφὴν γράφεσθαι δὲ φησὶν καὶ δια τοῦ η ἄρχηισι ⁑
msAim, 20.9_8, commenting on 20.143 γράφεται ἀναγκαίηφι ⁑