Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 263v

Manuscript msA, page 263v

image

prev: 263r next: 264r

Iliad text

20.177 τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς -image

20.178 Αἰνεία τί συ τόσσον ὁμίλου πολλὸν ἐπελυθὼνimage

20.179 ἔστης . ῆ σέ γε θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγειimage

20.180 ἐλπόμενον Τρώεσσιν ἀνάξειν ἱπποδάμοισιimage

20.181 τιμῆς τῆς Πριάμου - ἀτὰρ εἴ κεν ἒμ’ ἐξεναρίξῃς .image

20.182 οὔ τοι τούνεκά γε Πρίαμος γέρας ἐν χερὶ θήσειimage

20.183 εἰσὶν γάρ οἱ παῖδες . ὁ δ’ ἔμπεδος οὐδ’ ἀεσίφρων-image

20.184 ῆ νύ τι τοι Τρῶες τέμενος τάμον ἔξοχον ἄλλωνimage

20.185 ἐσθλὸν φυταλιῆς καὶ ἀρούρης . ὄφρα νέμηαιimage1

20.186 αἴ κεν ἐμὲ κτείνῃς . χαλεπῶς δέ σ’ ἔολπα τὸ ῥέξειν-image

20.187 ἤδη μέν σέ γε φημὶ καὶ ἄλλοτε δουρὶ φόβησα-image

20.188 ἦ οὐ μέμνῃ , ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόνταimage1, 2

20.189 σεῦα κατ’ Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσιimage

20.190 καρπαλίμως . τότε δ’ οὔ τι μετατροπαλίζεο φεύγων-image

20.191 ἔνθεν δ’ ἐς Λυρνησσὸν ὑπέκφυγες- αὐτὰρ ἐγὼ τὴνimage

20.192 πέρσα μεθορμηθεὶς σὺν Ἀθήνῃ καὶ Διῒ πατρί-image

20.193 ληϊάδας δὲ γυναῖκας . ἐλεύθερον ῆμαρ ἀπούραςimage1

20.194 ἦγον- ἀτὰρ σὲ Ζεὺς ἐρρύσατο καὶ θεοὶ ἄλλοι-image

20.195 ἂλλ’ οὐ νῦν σἐ ῥύεσθαι οἴομαι ὡς ἐνι θυμῷ .image1

20.196 βάλλεαι- ἀλλά σ’ ἔγωγ’ ἀναχωρήσαντα κελεύω .image

20.197 ἐς πληθὺν ϊέναι- μὴ δ’ ἀντίος ἵ+στασ’ ἐμεῖο ,image

20.198 πρίν τι κακὸν παθέειν- ῥεχθὲν δέ τε νήπιος ἔγνω-image

20.199 τὸν δ’ αῦτ’ Αἰνείας ἀπαμείβετο , φώνησέν τε-image

20.200 Πηλείδη - μὴ δή ἐπέεσσί γε νηπύτιον ὣςimage

20.201 ἔλπεο δειδίξεσθαι - ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς .image

Scholia text

msA, 20.263v_1, commenting on 20.180-20.186 ‡ ἐλπόμενον Τρώεσσι- ἀθετοῦνται στίχοι ζ ὅτι εὐτελεῖς εἰσὶ τῇ κατασκευῇ καὶ τοῖς νοήμασι καὶ οἱ λόγοι οὐ πρέποντες τῷ τοῦ Αχιλλέως προσώπῳ ⁑image

msA, 20.263v_2, commenting on 20.188 ὅ τε πέρσε βοῶν ἄπο : ἀναστρεπτέον τὴν πρόθεσιν ἐστι γὰρ τὸ ἑξῆς ἀπο βοῶν ἔνιοι δὲ συντάσσουσι τὴν ἀπο τῷ ἔσσευᾳ , ἐν τῇ Χίᾳ δὲ βοῶν ἔπι ⁑image

msA, 20.263v_3, commenting on 20.195-20.198 αλλ οῦν σ’ ἐρυέσθαι : ἕως τοῦ πρίν τι κακὸν παθέειν αθετοῦνται στίχοι τέσσαρες ὅτι ἐπι τῆς Μενελάου πρὸς Εὔφορβον συστάσεως ὀρθῶς λέγονται σκοπὸς γὰρ ἀμφοτέροις ἐστὶν ἀνελέσθαι τὸν νεκρὸν καὶ τὰ ὅπλα νῦν δὲ παντελῶς ἐκλελυμενός τις ὁ Αχιλλεὺς φαίνεται :image

msAim, 20.263v_1, commenting on 20.185 γρ καλὸνimage

msAim, 20.263v_2, commenting on 20.188 η Ριανοῦ καὶ Ἀριστοφ βοῶν ἔπι οὐκ αχαρίστως :image

msAim, 20.263v_3, commenting on 20.193 αισχμαλώτουςimage

msAim, 20.263v_4, commenting on 20.195 ουτ Ἀριστ ερύεσθαι χω τοῦ σε -image