Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 264r

Manuscript msA, page 264r

image

prev: 263v next: 264v

Iliad text

20.202 ἢ μὲν κερτομίας . ἡδ’ αἴσυλα μυθήσασθαι-image

20.203 ἴ+δμεν δ’ ἀλλήλων γενεήν- ἴδμεν δὲ τοκῆας .image

20.204 πρόκλυτ’ ἀκούοντες ἔπεα θνητῶν ἀνων -image

20.205 ὄψει δ’ οὐτ’ άρ πω σὺ ἐμοὺς ἴ+δες , οὔτ’ ὰρ , ἐγὼ σού/ς-image

20.206 φασὶ . σὲ μὲν Πηλῆος ἀμύμονος ἔκγονον εἶναι-image

20.207 μητρὸς τ’ ἐκ Θέτιδος . καλλιπλοκάμου . ἁλοσύδνης .image

20.208 αὐτὰρ ἐγὼν ; υἱὸς μεγαλήτορος Ἀγχίσαοimage

20.209 εὔχομαι ἐκγεγάμεν . μήτηρ δέ μοι ἔστ’ Ἀφροδίτη -image

20.210 τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονταιimage

20.211 σήμερον- οὐ γὰρ φημ’\ . ἐπέεσσί γε νηπυτίοισινimage1

20.212 ὧδε διακρινθέντεσ μάχης ἐξαπονέεσθαι-image

20.213 εἰ δ’ ἐθέλεις καὶ ταῦτα δαήμεναι , ὄφρ’ εῦ εἰδῇςimage1

20.214 ἡμετέρην γενεὴν . πολλοὶ δέ μιν ἄνδρες ἴ+σασι-image

20.215 Δάρδανον αὖ πρῶτον τέκετο , νεφεληγερέτα Ζεύς -image1

20.216 κτίσσε δὲ Δαρδανίην . ἐπεὶ οὔ πω Ἴ+λιος ϊ_ρὴimage1

20.217 ἐν πεδίῳ πεπόλιστο πόλις μερόπων ἀνων -image

20.218 ἂλλ’ έθ’ ὑπωρείας ᾤκεον πολυπίδακος Ί+δης-image1

20.219 Δάρδανος αῦ τέκεθ’ υἱὸν Ἐριχθόνιον βασιλῆα-image

20.220 ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνων -image

20.221 τοῦ τρὶσ χίλιαι ἵ+πποι έλος κάτα βουκολέοντοimage1, 2

20.222 θήλειαι . πώλοισι ἀγαλλόμεναι ἀταλῇσι-image

20.223 τάων καὶ Βορέης ἠυράσσατο βοσκομενάων .image1

20.224 ἵ+ππῳ δ’ εἰσάμενος παρελέξατο κυανοχαίτῃ-image1

20.225 αἳ δ’ ὑποκυσάμεναι ἔτεκον δυόκαί δεκα πώλους-image

20.226 αἱ δ’ ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν .image

Scholia text

msA, 20.264r_1, commenting on 20.205-20.209 ὁψει δ’ οὐτ άρ πω- ἕως τοῦ εὔχομαι ἐκγεγάμεν ἀθετοῦνται στίχοι πέντε ὅτι οὐκ αναγκαία τὰ δι αυτῶν λεγόμενα κατα τὴν γενεαλογίαν ἀμφοτέρων γινωσκομένων ⁑image

msA, 20.264r_2, commenting on 20.215 Δάρδανον ἆν πρῶτον- Δάρδανος υἱος Ἡλέκτρας τῆς Ἀτλάντιδος καὶ Δίος οὗτως ᾤκει ἐν Σαμοθράκη - τοῦ δε κατακλυσμοῦ συμβάντος κατασκευάσας αχεδίαν καὶ ἀσκὸν ἑαυτῷ περιθεὶς ἐφέρετο τοῖς ὕδασι προσωκίλας δὲ τῇ Ἴδῃ τὴν Δαρδανίαν ἔκτισεν- ἑτέρα δὲ ἡ τῆς Ἰλίου Δαρδανίᾳ ὥσπερ ὥσπερ καὶ ἡ Φρυγία οἱ δε νεώτεροι συγχέουσι δια γὰρ τὰς νομὰς καὶ τοὺς ὑετοὺς ἐν τοῖς ὄρεσι πρώην ὤκουν ὅθεν καὶ πόλεις τὰς ἀκροπ καλοῦσιν ⁑image

msA, 20.264r_3, commenting on 20.216 κτίσσε δὲ Δαρδανίην : ὅτι θηλυκῶς τὴν Ἴλιον . καὶ ὅτι ἑτέρα τῆς Ἰλίου ἡ Δαρδανία ὥσπερ καὶ ἡ Φρυγία ⁑image

msA, 20.264r_4, commenting on 20.223 τάων καὶ Βορέης : ὅτι ἔλλειπει τὸ τίνων τούτων οὐ γαρ πᾶς ἡράσθη ⁑image

msA, 20.264r_5, commenting on 20.221 ἕλος κατα βουκολέοντο τὸ ἑξῆς ἐστι καθ’ έλος διὸ ἀναστρεπτέον τὴν προθέσιν ⁑image

msA, 20.264r_6, commenting on 20.224 ἵππῳ δ’ εἰσάμενος- ὅτι καταχρηστικῶς ἵππος γὰρ οὐ παρακοιμᾶται , ἀλλ’ επιβαίνει τινὲς δὲ γράφουσιν ἵππω δ’ εἰσάμενος . ὅτι καταχρηστικῶς ἵππος γὰρ οὐ παρακοιμᾶται ἀλλ’ ἐπιβαίνει- τινὲς δὲ γράφουσιν ἵππῳ δ’ εἰσάμενος ἐμίγη φιλότητι καὶ εὐνῇ ⁑image

msAext, 20.264r_1, commenting on 20.218 πολυπίδακουimage

msAext, 20.264r_2, commenting on 20.221 τρίς χίλimage

msAim, 20.264r_1, commenting on 20.213 οτ ἀπαρεμφατ αντ προστακτικ τοῦ δάηθιimage

msAint, 20.264r_1, commenting on 20.211 καὶ τὸ σήμερον ὀμοιως τοῖς προκειμενimage