Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 264v

Manuscript msA, page 264v

image

prev: 264r next: 265r

Iliad text

20.227 ἄκρον ἐπ’ ἀνθερίκων καρπὸν θέον , οὐδὲ κατέκλων :image1

20.228 ἂλλ’ ὅτε δὴ σκιρτῷεν ἐπ’ εὐρέα νῶτα θαλάσσης-image1

20.229 ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον-image1, 2

20.230 Τρῶα δ’ Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα-image

20.231 Τρωὸς δ’ αὖ , τρεῖς παῖδες ἀμύμονος ἐξεγένοντο-image

20.232 Ϊ=λός τ’ , Ἀσσάρακός τε , καὶ ἀντίθεος Γανυμήδης -image

20.233 ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων-image1

20.234 τὸν καὶ ἀνηρείψαντο θεοὶ Διῒ οἰνοχοεύεινimage1, 2, 3

20.235 κάλλεος εἵνεκα , οἷο ἵ+ν’ ἀθανάτοισι μετείη .image1, 2, 3

20.236 Ϊ=λος δ’ αῦ τέκεθ’ υἱὸν ἀμύμονα Λαομέδοντα .image

20.237 Λαομέδων δ’ ἄρα Τιθωνὸν τέκετο . Πρίαμόν τε-image

20.238 Λάμπόν τε- Κλυτίον θ’ . Ϊκετάονά τ’ ὄζον Ἄρηος .image

20.239 Ἀσσάρακος δὲ Κάπυν . ὃ δ’ ἄρ , Ἀγχίσην τέκε παῖδα .image

20.240 αὐτὰρ ἒμ’ Ἀγχίσης . Πρίαμος δ’ έτεχ’ Ἕκτορα δῖον-image

20.241 ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι-image

20.242 Ζεὺς δ’ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τεimage

20.243 ὅππως κεν ἐθέλῃσιν ὃ γὰρ κ’ όχ’ ἄριστος ἁπάντων-image1, 2

20.244 ἂλλ’ άγε μὴκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὡςimage

20.245 ἑσταότ’ ἐν μέσσῃ ὑσμίνῃ δηϊοτῆτος-image

20.246 ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαιimage1

20.247 πολλὰ μάλ’ , οὐδ’ ὰν νῆυς ἑκατόζυγος ἄχθος ἄροιτο :image1

20.248 στρεπτὴ δὲ γλῶσσ’ ἐστὶ βροτῶν- πολέες δ’ ἔνι μῦθοιimage

20.249 παντοῖοι . ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα-image1, 2

20.250 ὁπποῖόν κ’ εἴπῃσθα ἔπος . τοῖόν κ’ ἐπακούσαις-image

20.251 ἀλλὰ τί ὴ , ἔριδας καὶ νείκεα νῶϊν ἀνάγκῃimage1

Scholia text

msA, 20.264v_1, commenting on 20.227 ‡ ἄκρον ἐπ ανθερίκων : νῦν τῶν ἐν τοῖς στάχυσι λεπτῶν θερῶν ἐστιν- ἐλαφρῶς οὖν φασὶν ἄνωθεν αὐτῶν διέτρεχον ὁμοίως δὲ καὶ ἐπι τῆς τῶν κυμάτων ἐπιφαινείας μὴ βαπτιζόμενοι τῷ ὕδατι . κυρίως δὲ ἀνθερικὸς καλεῖται ὁ τοῦ ἀσφοδελοῦ καυλὸς εστι δὲ τὸ φυτὸν λαχανῶδες ⁑image

msA, 20.264v_2, commenting on 20.229 ἄκρον ἐπι ρηγμῖνος - σημειοῦνται τινὲς ὅτι ἁλὸς πολιοῖο ἔφη ⁑image

msA, 20.264v_3, commenting on 20.233 ὃς δὴ κάλλιστος γένετο . ὅτι ὡς ὰν ἁρμόζῃ πρὸς τὸ ἐγκώμιον τίθησι τὸ κάλλιστος καὶ γὰρ ἄλλους καλλίστους λέγει καὶ ὅτι προς τὸ δεύτερον πρότερον ἀπηντηκεν ⁑image

msA, 20.264v_4, commenting on 20.234 τὸν καὶ ἀνηρείψαντο- Ἀρίσταρχος μὲν ἓν ποιεῖ τὸ ἀνηρείψαντο τουτεστὶ τὸ ἀνήρπασαν εἰσὶ μέντοι οἳ τὸν ἂν σύνδεσμον παρέλαβον ὧν ἐστι καὶ Ἀπολλώνιος ὁ τοῦ θέωνος τοιοῦτόν τι ἐκδεχόμενος ἀνήρπασαν ἂν αὐτὸν οἱ θεοὶ τῷ Διῒ χάριν τοῦ κάλλους εἴ έζη . τοῦτο δὲ φησὶν ἐπεὶ οὐδαμοῦ παρεισάγει αὐτὸν ὁ ποιητ τῷ Διῒ διακονούμενον- ἡ γὰρ Ἥβη βλεπεται καὶ ὁ Ἥφαιστος πρὸς δε ταυτ ὑγιῶς ἀπεφήναντο τινὲς καὶ ὁ Ἀσκαλωνιτ ὡς ὅτι ὁ ποιητὴς τὸ ἠρείψαντο οὐδέποτε ἐχρήσαντο- ἄνευ τῆς προθεσέως δεύτερον ὡς εἰ ἦ ὁ ἀν σύνδεσμος ἐχρὴν τινὰ αἰτίαν ἐπενεχθῆναι ὥσπερ ὡς ἐπι τοῦ οὐδ άν πῳ χάζοντο κέλοντες δῖοι Ἀχαιοὶ εἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο παύσεν αριστεύοντα μάχης ὡς δε εν ετέροις περι τῆς ἁρπαγῆς τοῦ Γανυμήδου ὑπόμνησιν ποιεῖται ὁπότε ὁ Διομήδης λέγει τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς δῶχ’ υἱὸς ποινὴν Γανυμήδεϊ . αλλα φησὶν οὐ διακονεῖται εὐλόγος- πρῶτον μὲν ὅτι τὰ πάντα συμπόσια δύο εστιν ἓν μὲν ἐν τῇ Α εν ᾧ ὁ Ἥφαιστος παρεισάγεται διακονούμενον ἕνεκα γέλωτος . αλλω δὲ ἐν τῆ Δ ὅπου Ἥβη κοινὸς οἰνοχοεῖ πᾶσι θεοῖς- ἔχομεν δὲ ημεῖς προσθεῖναι τὸ κυριώτατον φημὶ δὴ τὸ τῆς συντάξεως- ὁ γὰρ και σύνδεσμος ἐναντιος ἐστιν τὸ ἂν . ὁ μὲν γὰρ τίθησι μᾶλλον δὲ συμπλέκει ὥσπερ ἐπιζητῶν καὶ ἕτερα συμπλέξαι- ὁ δὲ ἂν συνδεσμος ἀναιρεῖ τὰ παρῳχημενα ⁑image

msA, 20.264v_5, commenting on 20.234 ἡ διπλῆ ὅτι ἐναντιοῦται τοῖς νεωτέροις οὐ γὰρ διέρωτα τὸν Γανυμήδην ὑπο Διὸς ἀνηρπᾶσθαι ἀλλ’ ὑπο τῶν θεῶν ἵνα οἱνοχοῇ τῷ Διῒ δια το κάλλος καὶ ὅτι ὁ και περισσός ⁑image

msA, 20.264v_6, commenting on 20.235 καλλεος εἴνεκα . ο αστερίσκος ὅτι τοῦτον γράφουσι τὸν στίχον καὶ εν τῇ Οδ ἐπι τοῦ Κλειτοῦ οὐ δεόντως ⁑image

msA, 20.264v_7, commenting on 20.235 κάλλεος εἴνεκα καὶ τουτ ὁμοίως ἢ γὰρ ἀνηρείψαντο κάλλεος εἴνεκα οἷο ἢ ἵνα ἀθανάτοισι μετείῃ κάλλεος εἵνεκα οἷο ⁑image

msA, 20.264v_8, commenting on 20.249 επέων δὲ πολὺς νομὸς . ὀξυτόνος ἵνα σημαίνηται ὡς ἐν τῇ συνηθεία ἡ νέμεσις τοῦτο γὰρ ἐμφάσεως μειζωνος ἐστι σημαντικόν ⁑image

msA, 20.264v_9, commenting on 20.251-20.255 ἀλλα τί η ἕως τοῦ πολλ’ ἐτεά τε καὶ οὐκὶ ἀθετοῦνται στίχοι πέντε ὡς ἄκαιροι καὶ οχληροὶ προειρημένου τοῦ ἀλλ άγε μὴκετι ταῦτα λεγώμεθ τοῦτο δὲ παραγράφοντος ἐστι τὸν λόγον πῶς οὖν καθάπερ ἄλλην ἀρχὴν ποιούμενος ἔτι ἀναλαμβάνει ἀλλά τίη ἔριδας , καὶ τὰ λεγόμενα ἀνάξια τῶν προσώπων . καὶ παρα βαρβάροις δὲ ἐστι τὸ τὰς γυναῖκας προερχομένας λοιδορεῖσθαι ὡς παρ Ἀιγυπτίοις - περι δὲ τοῦ η τοῦ τοῦ ὑποτασσομένου τῷ τι καὶ τῷ ἐπι ἐδηλώσαμεν ἐν τοῖς προ τούτοις ὡς τὸ τι ὑποτασσόμενος μὲν ἐγκίνεται τῷ δὲ ἐπι περισπᾶται ⁑image

msAext, 20.264v_1, commenting on 20.243 κάρτιστος ἁπαντimage

msAext, 20.264v_2, commenting on 20.247 ἑκατόνζυγοσimage

msAil, 20.264v_1, commenting on 20.235@οἷο τοῦ εαυτοῦimage

msAil, 20.264v_2, commenting on 20.249@νομὸς μετάθεσιςimage

msAim, 20.264v_1, commenting on 20.228 Ἀρισταρχ ἀλλ’ ὅτι δὲ αλλοι δὲ ἀλλό τε δὴ δια τοῦ η ⁑image

msAim, 20.264v_2, commenting on 20.234 κατ ένια τὸν μὲν ανηρειψα ⁑image

msAim, 20.264v_3, commenting on 20.243 ἐν αλλῳ ὁ γάρ κ’ όχ’ ἄριστος ἁπάντωνimage

msAim, 20.264v_4, commenting on 20.246 πολύστροφος εὐμετάθετοςimage

msAim, 20.264v_5, commenting on 20.251 εν αλλω καὶ ονείδεαimage