Manuscript msA, page 265r
| prev: 264v | next: 265v |
20.252 νεικεῖν ἀλλήλοισιν ἐναντίον- ὥς τε γυναῖκας-
20.253 αἵ τε χολωσάμεναι ἔριδος πέρι θυμοβόροιο
20.254 νεικεῦσ’ ἀλλήλῃσι μέσην ἐς ἄγυιαν ἰ+οῦσαι
20.255 πολλὰ τά τε καὶ οὐκὶ . χόλος δέ τε καὶ τὰ κελεύει1, 2, 3
20.256 ἀλκῆς δ’ οὔ μ’ ἐπέεσσι μεταστρέψεις μεμαῶτα .
20.257 πρὶν χαλκῷ μαχέσασθαι ἐναντίον . ἂλλ’ άγε θᾶσσον
20.258 γευσόμεθ’ ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν-
20.259 ῆ ρα . καὶ ἐν δινῷ σάκει ἤλασεν ὄβριμον ἔγχος .1
20.260 σμερδαλέῳ- μέγα δ’ ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκῇ .1
20.261 Πηλείδης δὲ σάκος μὲν ἀπὸ ἕο χειρὶ παχείῃ1, 2
20.262 ἔσχετο ταρβήσας- φᾶτο γὰρ δολιχόσκιον ἔγχος
20.263 ῥεῖα δ’ ἐλεύσεσθαι μεγαλήτορος Αἰνείαο -1
20.264 νήπιος . οὐδ’ ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸν .
20.265 ὡς οὐ ρηΐδι’ ἐστὶ θεῶν ἐρικυδέα δῶρα1
20.266 ἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐδ’ ὑποείκειν1
20.267 οὐδὲ τότ’ Αἰνείαο δαΐφρονος ὄβριμον ἔγχος
20.268 ῥῆξε σάκος . χρυσὸς γὰρ ἐρύκακε . δῶρα θεοῖο
20.269 ἀλλὰ δύω μὲν ἔλασσε δια πτύχας- αἱ δ’ ὰρ’ ἔτι τρεῖς
20.270 ἦσαν . ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων-
20.271 τὰς δύο χαλκείας . δύο δ’ ἔνδοθι κασσιτέροιο
20.272 τὴν δὲ μίαν χρυσῆν . τῇ ρ’ ἔσχετο μείλινον ἔγχος
20.273 δεύτερος αῦτ’ Ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος1
20.274 καὶ βάλεν Αἰνείαο κατ’ ἀσπίδα πάντοσε ΐσην
20.275 ἄντυγ’ ὑπο πρώτην , ᾗ λεπτότατος θέε χαλκός .
20.276 λεπτοτάτη δ’ ἐπέην ῥινὸς βοός- ἡ δὲ δια πρὸ1
msA, 20.265r_1, commenting on 20.255 ‡ πολλὰ τά τε καὶ οὐκί- ουτ Ἀρισταρχ πολλὰ τά τε καὶ οὐκί τά τε ταῖς ἀληθείαις ὄντα καὶ μή τὰ δε φαυλότερα τῶν ἀντιγράφων ἔπεα ἔχειν τοῦτεστιν ἀληθῆ ⁑
msA, 20.265r_2, commenting on 20.259 ἧ ρα καὶ ἐν δινῷ σάκει ουτ ἡ Ἀριστάρχου διαιρετέον τὸ σάκεϊ καὶ Ϊακῶς τὸ ἔλασσε καὶ τὸ δινῶ δὲ ἔξῳ τοῦ ε ἀπο τοῦ δινεῖσθαι δινωτην φορέουσα ⁑
msA, 20.265r_3, commenting on 20.266 ἀνδράσι γε θνητοῖς- προς τὴν ἑξῆς ἀθέτησιν ἄτρωτα γὰρ καὶ ἄθλαστα τὰ Ἡφαιστότευκτα ⁑
msA, 20.265r_4, commenting on 20.269-20.272 ἀλλα δύω μὲν ἔλασσε- ἀθετοῦνται στίχοι τέσσαρες ὅτι διεσκευασμένοι εἰσὶν ὑπό τινος τῶν βουλομένων πρόβλημα ποιεῖν μάχεται δὲ σαφῶς τοῖς γνησίοις ἄτρωτα γὰρ τα Ἡφαιστότευκτα συνίσταται ἵνα δὲ μὴ δοκῇ λύσεως τί εἰρηκέναι καὶ δια τουτ ἡθετηκέναι φησὶν ὅτι τῆς χρυσῆς πτύχης πρώτης κατα τὴν ἐπιφάνειαν κειμένης νοητέον τὸ δόρυ τῆς πλείονος ορμῆς ἐγκοπὴν εἰληφέναι διακεκόφθαι μέντοι τὸ σακος ἕως τῆς τρίτης πτυχῆς ὃν τρόπον ἐπι τῆς πτυχῆς Μενελάου λεγει ἥ οι πλεῖστον ἔρυτο διαπρο δὲ είσατο καὶ τῆς ⁑
msA, 20.265r_5, commenting on 20.269-20.272 ἀτρώτων ὑπαρχόντων παρ Ὁμήρω τῶν Ἀχιλλέως ὁπλῶν καὶ ἔξωθεν κατ’ ενίους τεταγμένης δια τὸν πλείονα τῆς χρυσῆς πτυχὸς οὕτως ἀποδοτέον τὸν λόγον . ἀλλα μέχρι μὲν δύο πτυχῶν προῆλθεν ἡ τῆς πληγῆς ἐνέργεια ΐξεως καὶ οιονεὶ συνιζήσεως γενομενῆς- ἐν δὲ τῇ τρίτη ἐπεσχέθη- πῶς φησὶν ἄτρωτον ὑποστησάμενος τὴν ἀσπίδα νῦν τοῦτο λέγει . ῥητέον οὖν ὅτι ὁ χρυσὸς ὧν μαλθακώτερος χαλκοῦ ἢ σίδηρου ἐνέδωκε τῷ δόρατι καὶ εκοιλάνθη- καὶ ἐγένετο κοιλότης οὐ τρῶσις ⁑
msA, 20.265r_6, commenting on 20.273 δεύτερος αὖτ’ Ἀχιλευς : ὅτι Ζηνόδοτ μετεποίησεν οὕτως μελίην ἰθυπτίωνα ἀσπίδα νύξ’ . εὔχαλκον ἀμύμονος Ἀινείαο οὐκ εκ χειρὸς δὲ ἐπέτυχεν ὁ Αχιλλεὺς ὅπερ δια τοῦ νύξε σημαίνεται ἀλλα βέβληκε τὸ δόρυ διὸ καὶ ἑξῆς βέλος ἀυτὸ όρηκε ⁑
msA, 20.265r_7, commenting on 20.276 ηδε διαπρο : κατα τὸ ἄνω μέρας τῆς ασπίδος διόλου διαπεράσαν τὸ δόρυ . ὀπίσω ἐπάγει τοῦ Αἰνείου ⁑
msAext, 20.265r_1, commenting on 20.255 πολλ’ ἐτεά τε καὶ οὐκί-
msAim, 20.265r_1, commenting on 20.255 ουτ Αρισταρχ αλλοι δὲ πολλά τι εόντα ταδ’ οὐκί ⁑
msAim, 20.265r_2, commenting on 20.260 ὅτι ἀντι τοῦ ἤχασε καὶ οὐ διεκόπη ⁑
msAim, 20.265r_3, commenting on 20.261 έξω ἀνέστεινεν ἑαὺτοῦ
msAim, 20.265r_4, commenting on 20.263 Ἀρισταρχ ἕξω τοῦ ϊ ῥέα ⁑
msAim, 20.265r_5, commenting on 20.265 ἔν τισιν ἔργα ⁑
msAint, 20.265r_1, commenting on 256 γρ αποστρεψεις
msAint, 20.265r_2, commenting on 20.261 οτ Ζηνοδ γρ ἀπο οῦ ⁑