Manuscript msA, page 266r
| prev: 265v | next: 266v |
20.303 ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληται
20.304 Δαρδάνου . ὃν Κρονίδης περὶ πάντων φίλατο παίδων
20.305 οἵ ἑθεν ἐξεγένοντο γυναικῶν τε θνητάων-
20.306 ἤδη γὰρ Πριάμου γενεὴν ἤχθηρε Κρονίων -1
20.307 νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει .1
20.308 καὶ παιδων παῖδες τοῖ κεν μετόπισθε γένωνται .1
20.309 τὸν δ’ ἠμείβετ’ ἔπειτα βοῶπις πότνια Ἥρη -
20.310 ἐννοσίγαι’ . αὐτὸς σὺ μετὰ φρεσὶ , σῇσι , νόησον
20.311 Αἰνείαν ἤ κέν , μιν ἐρύσσεαι . ἤ κεν , ἐάσεις-1
20.313 ἤτοι μὲν γὰρ νῶϊ πολεῖς ὠμόσσαμεν ὅρκους
20.314 πᾶσι μετ αθανάτοισιν , ἐγὼ καὶ Παλλὰς Ἀθήνη
20.315 μή ποτ’ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ῆμαρ .
20.316 μηδ’ ὁπότ’ αν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται
20.317 δαιομένη - δαίωσι δ’ ἀρήϊοι υἷες Ἀχαιῶν-
20.318 αὐτὰρ ἐπεὶ τό γ’ ἄκουσε Ποσειδάων ἐνοσίχθων .1
20.319 βῆ ῥ’ ΐμεν , ἄν , τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων .
20.320 ΐξε δ’ ὅθ’ Αἰνείας ἠδ’ ὁ κλυτὸς ῆεν Ἀχιλλεύς -
20.321 αὐτίκα τῷ μὲν ἔπειτα κατ’ ὀφθαλμῶν χέεν ἀχλὺν .
20.322 Πηλείδῃ Ἀχιλῆϊ , ὁ δὲ μελίην εὔ+χαλκον
20.323 ἀσπίδος ἐξέρυσεν μεγαλήτορος , Αἰνείαο -
20.324 καὶ τὴν μὲν προπάροιθε ποδῶν Ἀχιλῆος ἔθηκεν-
20.325 Αἰνείαν δ’ ἔσσευεν . ἀπο χθονὸς ὑψόσ’ ἀείρας-
20.326 πολλὰς δὲ στίχας ἡρώων , πολλὰς δὲ καὶ ἵππων .
20.327 Αἰνείας ὑπερᾶλτο , θεοῦ ἀπὸ χειρὸς ὀρούσας-1
20.328 ἴ+ξε δ’ ἐπ’ εσχατιὴ=ν πολυάϊκος πολέμοιο-
20.329 ἔνθα δε Καύκωνες πόλεμον μέτα θωρήσσοντο-1
20.330 τῷ δὲ μάλ’ ἐγγύθεν ἦλθε Ποσειδάων ἐνοσίχθων .
msA, 20.266r_1, commenting on 20.307 νῦν δὲ δὴ Αἰνείαο - σημειοῦνται τινὲς πρὸς τὴν ἰστορίαν καὶ ἐπεὶ μεταγράφουσι τινὲς Αἰνείω γενεὴ πάντεσσιν ἀνάξει ὡς προθεσπίζοντος τοῦ ποιητοῦ τὴν Ῥωμαίων ἀρχήν - Ἀφροδίτη χρῆσμου ἐκπέσοντος ὅτι τῆς τῶν Πριαμιδῶν ἀρχῆς καταλυθείσης οἱ ἀπ Αγχίσου Τρώων βασιλεύσουσιν Ἀγχίσῃ παρηκμακότι συνῆλθεν τεκοῦσα δ’ Αἰνείαν καὶ βουλομένη πρόφασιν κατασκευασι τῆς τῶν Πριαμιδῶν καταλύσεως Ἀλεχάνδρω πόθον Ἑλένης ἐνέβαλε καὶ μετὰ τὴν ἀρπαγὴν τὸ μὲν δοκεῖν συνεμάχει τοῖς Τρωσὶ ταῖς δὲ ἀληθείαις παρηγόρει τὴν τταν ταυτῶν ἵνα πάντεσλῶς ἀπελπίσαντες ἀποδῶσι τὴν Ἑλένην - ἡ ἰστορία παρα Ἀκουσιλαῳ ⁑
msA, 20.266r_2, commenting on 20.308 καὶ παῖδες παίδων τοί κεν μετοπισθεν γένωνται : αἱ δια τῶν πόλεων λείπωνται εῖχον ἀντι τοῦ γένωνται ⁑
msA, 20.266r_3, commenting on 20.311 Αἰνείαν η κεν μιν- ὅτι περισσὸς ὁ κεν καὶ ἐστι τὸ ἑξῆς ὴ ερύσῃς ἢ αὐτὸν ἐάσεις . ἡ δὲ ἀναφορὰ προς τὰς τοιαύτας ἀναγνώσεις : ὅτι πρῶτον μὲν ἔπειτα δέ κ’ αὐτὸς ὀνήσεαι μάλιστα δέ κ’ αὐτὸς ἀνέγνω ⁑
msA, 20.266r_4, commenting on 20.322-20.324 Πηλείδῃ Ἀχιλῆϊ - ἀθητοῦνται στίχοι τρεῖς ὅτι οὐκ ανέσχηται τῇ ἀσπίδι τὸ δόρυ τοῦ Ἀχιλλέως , ἀλλα’ διαπρὸ , Πελιὰς ἤϊξεν μελίη καὶ ἔγχει ἡ δ’ ὰρ ὑπερ νώτου ἐνι γαίῃ πῶς οῦν ὁ Ποσειδῶν ἐκ τῆς ἀσπίδος ἤρυσε τὸ δόρυ ⁑
msA, 20.266r_5, commenting on 20.327 θεοῦ ἀπο χειρὸς ὀρούσας : δύναται ἡ απο καὶ ἀναστρέφεσθαι ἵν’ ἀπο θεοῦ - καὶ φυλάσσειν τὸν τόνον ἵν ᾖ ἀπορούσας ὅπερ καὶ βέλτιον ⁑
msA, 20.266r_6, commenting on 20.329 Καύκωνες - οἱ μεν Τρωϊκὸν ἔθνος βάρβαρον- ἄλλοι δὲ Παφλαγονίας - οἱ δὲ τοὺς ἐπίκλην Καυνίους . ἡ δὲ Καῦνος , πόλις παρὰ αλος πλησιον Λυκιας και Καρίας ⁑
msAext, 20.266r_1, commenting on 20.318 Ποσιδα
msAim, 20.266r_1, commenting on 20.306 παρα Ἀριστοφ ήχθαιρε ⁑