Facsimile editions Manuscript facsimiles from the Homer Multitext project

Manuscript msA, page 266v

Manuscript msA, page 266v

image

prev: 266r next: 267r

Iliad text

20.331 καί μιν φωνήσας . ἔπεα πτερόεντα προσηύδα :image1

20.332 Αἰνεία - τίσ σ’ ῶδε θεῶν , ἀτέοντα κελεύειimage1, 2, 3

20.333 ἀντία Πηλείωνος . ὑπερθύμοιο μάχεσθαι-image1

20.334 ὃς , σεῦ , ἅμα κρείσσων καὶ φτερος ἀθανάτοισιν-image1

20.335 ἀλλ’ ἀναχωρῆσαι ὅτε κεν συμβλήσεαι αὐτῷ-image1

20.336 μὴ καὶ ὑπερ μοῖραν δόμον Ἄϊδος εἰσ ἀφίκηαι-image

20.337 αὐτὰρ ἐπεί κ’ Ἀχιλεὺς θάνατον καὶ πότμον ἐπίσπῃ .image

20.338 θαρσήσας δ’ ήπειτα μετὰ πρώτοισι μάχεσθαι-image

20.339 οὐ μὲν γὰρ τις σ’ ἄλλος Ἀχαιῶν ἐξεναρίξει-image

20.340 ὡς εἰπὼν λίπεν αὐτόθ’ . ἐπεὶ διεπέφραδε πάντα-image

20.341 αῖψα δ’ ἔπειτ’ Ἀχιλῆος ἀπ’ ὀφθαλμῶν ἐκέδασ’ ἀχλὺνimage

20.342 θεσπεσίην , ὁ δ’ ἔπειτα μέγ’ ἔξιδεν ὀφθαλμοῖσιν-image1

20.343 ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν , μεγαλήτορα θυμόν-image

20.344 ὦ πόποι . ῆ μέγα θαῦμα τόδ’ ὀφθαλμοῖσιν ὁρῶμαι-image

20.345 ἔγχος μὲν τόδε κεῖται ἐπι χθονὸς . οὐδέτι φῶταimage

20.346 λεύσσω , τῷ δ’ ἐφέηκα κατακτάμεναι μενεαίνων-image1, 2

20.347 ῆ ρα καὶ Αἰνείας . φίλος ἀθανάτοισι θεοῖσινimage

20.348 ῆεν . ἀτὰρ μιν ἔφην μὰψ . αύτως εὐχετάασθαι-image

20.349 ἐρρέτω- οὔ οἱ , θυμὸς ἐμεῦ ἔτι πειρηθῆναιimage

20.350 έσσεται . ὁς καὶ νῦν φύγεν ἄσμενος ἐκ θανάτοιο-image

20.351 ἀλλ ἄγε δὴ Δαναοῖσι φιλοπτολέμοισι κελεύσαςimage

20.352 τῶν ἄλλων Τρώων πειρήσομαι ἀντίος ἐλθών-image

20.353 ῆ , καὶ ἐπὶ στίχας ἆλτο , κέλευε δὲ φωτὶ ἑκάστῳ-image

20.354 μὴκετι νῦν Τρώων ἑκὰς ἕστατε δῖοι Ἀχαιοί -image

20.355 ἂλλ’ άγ’ ἀνὴρ ἄντ’ ἀνδρὸς ἴ+τω- μεμάτω δὲ μάχεσθαι-image

Scholia text

msA, 20.266v_1, commenting on 20.332 Αἰνεία τίς ᾦδε οὑτως ἐν απάσαις ατέοντα ἀφροντιστοῦντα , Καλλίμαχος Μοῦσαι κεῖνος ἀνὴρ ἀτέτει -τὸ ατέοντα ὡς νυεοντα ἔστιν γὰρ πρώτης συζυγίας τῶν περισπωμένων ⁑image

msA, 20.266v_2, commenting on 20.334 ὃς σεῦ . ἅμα κρείσσων ὀρθοτονητέον τὴν ἀντωνυμίαν ὡς ἐκεὶ ὃσ σεῦ ἄνευθεν ἐῶν - ἔστι γὰρ καὶ ἀντιδιασταλτική ⁑image

msA, 20.266v_3, commenting on 20.332 ἀτέοντα ἀφροντιστοῦντα φρενοβλαβοῦντα καὶ ατιζω τὸ μωραίνω ⁑image

msA, 20.266v_4, commenting on 20.346 λεύσσω τῷδ’ ἐφέηκα : ὅτι βέβληκε τὸ δόρυ ἐπι τὸν Αἰνείαν καὶ ουκ εκ χειρὸς ἔτρωσεν ὡς Ζηνοδοτος γράφει λέγει γοῦν ῥητῶς ἀφέηκα ⁑image

msAext, 20.266v_1, commenting on 20.335 ξυμβαλήξυμβαλησεαιimage

msAext, 20.266v_2, commenting on 20.342 ἐξίδενimage

msAext, 20.266v_3, commenting on 20.346 τῷ ἐφεηκαimage

msAim, 20.266v_1, commenting on 20.331 παρα Ζηνοτ καί μιν νεικείων παρὰ Ριανῷ τὸν καὶ νεικείωνimage

msAim, 20.266v_2, commenting on 20.332 ατέοντ ουτ ἐν πασαις .image

msAim, 20.266v_3, commenting on 20.333 εν ἄλλῳ αντ τοῦ Αχιληοσ πολεμίζειν ἠ δὲ μαχεσθαι ⁑image