Manuscript msA, page 267r
| prev: 266v | next: 267v |
20.356 ἀργαλέον δέ μοι ἐστὶ καὶ ἰ+φθίμῳ περ ἐόντι .1
20.357 τοσσούσδ’ ἀνθρώπους ἐφέπειν , καὶ πᾶσι μάχεσθαι-1, 2
20.358 οὐδέ κ’ Ἄρης , ὅς περ θεὸς ἄμβροτος . οὐδέ κ’ Ἀθήνη .
20.359 τόσσησδ’ ὑσμίνης ἐφέποι , στόμα . καὶ πονέοιτο-
20.360 ἂλλ’ ὅσσον μὲν ἐγὼ δύναμαι , χερσίν τε- ποσίν τε-
20.361 καὶ σθένει . οὔ μ’ ἔτι φημὶ μεθησέμεν , οὐδ’ ἠβαιόν-
20.362 ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερὲς . οὐδέ τιν’ οἴω1, 2, 3
20.363 Τρώων χαιρήσειν . ὅς τις σχεδὸν ἔγχεος ἔλθῃ -
20.364 ὡς φάτ’ ἐποτρύνων- Τρώεσσι δὲ φαίδιμος Ἕκτωρ .
20.365 κέκλεθ’ ὁμοκλήσας . φάτο δ’ ΐμεναι ἄντ’ Ἀχιλῆος -1
20.366 Τρῶες ὑπέρθυμοι- μὴ δείδιτε Πηλείωνα -
20.367 καί κεν , ἐγὼν ἐπέεσσι καὶ ἀθανάτοισι μαχοίμην-
20.368 ἔγχεϊ δ’ ἀργαλέον . ἐπει ῆ πολὺ φέρτεροί εισιν-
20.369 οὐδ’ Ἀχιλεὺς πάντεσσι τέλος μύθοις ἐπιθήσει .
20.370 ἀλλὰ τὸ μὲν τελέει . τὸ δὲ καὶ μεσσηγὺ κολούει-1
20.371 τῷ δ’ ἐγὼ ἀντίος εἶμι- καὶ εἲ πυρὶ χεῖρας ἔοικεν-1, 2
20.372 εἰ πυρὶ χεῖρας ἔοικε . μένος δ’ αἴθωνι σιδήρῳ-1
20.373 ὡς φάτ’ ἐποτρύνων- οἱ δ’ ἀντίοι ἔγχε’ ἄειραν
20.374 Τρῶες , τῶν δ’ ἄμυδις μίχθη μένος . ῶρτο δ’ ἀϋτή-1
20.375 καὶ τότ’ ὰρ’ Ἕκτορα εἶπε παραστὰς Φοῖβος Ἀπόλλων -1
20.376 Ἕκτορ . μηκέτι πάμπαν Ἀχιλλῆϊ προμάχιζε_
20.377 ἀλλὰ κατὰ πληθύν τε καὶ ἐκ φλοίσβοιο δέδεξο-1
20.378 μή πως σ’ ἠὲ βάλῃ . ἠὲ σχεδὸν ἄορι τύψῃ-1
20.379 ὡς ἔφαθ’- Ἕκτωρ δ’ αῦτις ἐδύσετο οὐλαμὸν ἀνδρῶν
20.380 ταρβήσας , ὅτ’ άκουσε θεοῦ ὄπα φωνήσαντος-
msA, 20.267r_1, commenting on 20.356 αργαλέον δέ μοι ἐστι ἄμεινον ἐνθάδε ἀπόλυτον λαμβάνειν τὴν ἀντωνυμίαν τουτέστιν ἐγκλιτικῆν ⁑
msA, 20.267r_2, commenting on 20.357 τόσσους δ’ ἀνους ὁ Ἀσκαλωνίτης προπερισπᾷ ἐπεί φησι κατά δειξιν λεγεται . καὶ τὸ τόσσης δ’ ὑσμίνης Ἀρίσταρχ μέντοι καὶ οἱ πλείους παρολκὴν ἐξεδέξαντο του δε καὶ ἐπείσθη ταύτη τῇ ἀναγνώσει ἡ παράδοσις- οὐκ αδόκιμος δὲ καὶ ἡ τοῦ Ἀσκαλωνίτου ⁑
msA, 20.267r_3, commenting on 20.362 ἀλλα μαλα προς τὸ σημαινόμενον ὅτι δι όλης τῆς τάξεως πορεύσομαι διανταίαν απ αρχῆς ἕως πέρατος ⁑
msA, 20.267r_4, commenting on 20.362 στιχός : ὡς τριχὸς ἀπεθείας τῆς στίξ καὶ γὰρ στίχες λέγει καὶ στίχας - τὸ δε εἰμι προπερισπαστ σημαίνει γὰρ τὸ πορεύομαι ⁑
msA, 20.267r_5, commenting on 20.371 τῷ δ’ ἐγὼ ἀντίος εἰμι_ καὶ εἰ πυρὶ χείρας- ἄγκυλον τὸ διανόημα . καὶ πολὺν ἐν βραχεῖ νοῦν ἔχον καὶ δια τῆς ἐπαναλήψεως ἐμφαῖνον ὑπερβολὴν τῆς ἀμφοῖν δυνάμεως . πυρὸς μὲν ὀξύτητοα . σιδήρου δὲ καρτερίαν παραλαβον
msA, 20.267r_6, commenting on 20.372 εἰ πυρὶ χείρας- προς τὴν ἐπανάληψιν ὅτι ἐν συνεχῶς ἐν δε ἅπαξ ⁑
msA, 20.267r_7, commenting on 20.375 καὶ τότ’ ὰρ Ἔκτορα- ὅτι ἐλλείπει ἡ πρὸς προθέσις προς Έκτορα καί τοι παρῆν εἰπεῖν Ἕκτορι εἶπεν ἀλλα συνηθ παρέλειπε τὴν πρόθεσιν . καὶ τοτ ὰρ Αἴας εῖπε βοὴν ἀγαθὸν Μενέλαον ⁑
msA, 20.267r_8, commenting on 20.378 μήπως ηε βάλη- ὅτι διέσταλκε τὸ βαλλεῖν καὶ τὸ τύψαι διδασκαλικῶς προσθεὶς σχεδὸν οἷον σχέδην ἐκ τοῦ σύνεγγυς ⁑
msAil, 20.267r_1, commenting on 20.357@ἐφέπειν διώκειν
msAil, 20.267r_2, commenting on 20.362@στιχὸς τῆς σταξεωσ
msAil, 20.267r_3, commenting on 20.365@ϊμεναι πορεύσθαι
msAil, 20.267r_4, commenting on 20.370@κολούει μειοῖ
msAil, 20.267r_5, commenting on 20.377@δέδεξο προσδέχου
msAint, 20.267r_1, commenting on 20.371 ἐν αλλω τοῦ δ’ ἐγὼ